Thesauros Literature military Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν

Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν

Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν Aeneas Tacticus 4th cent. B.C
29.11 Εἰς δὲ ὁμοίας πράξεις τῶν εἰρημένων δεόμενοί τινες ἀσπίδων ἐπεὶ οὐδενὶ ἄλλῳ τρόπῳ ἐδύναντο ἑτοιμάσασθαι οὐδὲ εἰσαγαγέσθαι, πλῆθος οἰσυῶν καὶ ἐργάτας ἅμα τούτων εἰσηγάγοντο.
29.12 καὶ ἐν μὲν τῷ φανερῷ ἄλλα ἀγγεῖα ἔπλεκον, ἐν δὲ ταῖς νυξὶν ὅπλα, περικεφαλαίας καὶ ἀσπίδας, ἔπλεκον, αἷς ὄχανα περιετίθεσαν σκύτινα καὶ ξύλινα. ἀλλὰ μὴν οὐδὲ τῶν κατὰ θάλατταν προσορμιζομένων πλοίων νυκτὸς καὶ ἡμέρας οὔτε μεγάλων οὔτε μικρῶν ἀδιασκέπτως ἔχειν, ἀλλὰ ἐμβαίνοντας τοὺς λιμενοφύλακάς τε καὶ ἀποστολέας ἰδεῖν αὐτοὺ; τὰ ἀγώγιμα, ἐνθυμουμένους ὅτι καὶ Σικυώνιοι ἀμελήσαντες τῶν τοιούτων μεγάλα ἐσφάλησαν.

Περὶ ὅπλων εἰσαγωγῆς

30.1 Προνοεῖν δὲ καὶ τὰ ἐπὶ πράσει εἰσαγόμενα καὶ εἰς τὴν ἀγορὰν ἐκτιθέμενα ὅπλα τά τε ἐπὶ τῶν καπηλείων καὶ παντοπωλείων, ὧν ἀθροισθέντων πλῆθός τι γένοιτʼ ἄν, ὅπως μηδενὶ ἕτοιμα ᾖ τῶν βουλομένων νεωτερίζειν·
30.2 εὔηθες γὰρ τῶν μὲν ἀφικνουμένων ἀνδρῶν παραιρεῖσθαι τὰ ὅπλα, ἐν δὲ τῇ ἀγορᾷ καὶ ταῖς συνοικίαις ἀθρόα ὑπάρχειν σωράκους τε ἀσπιδίων καὶ ἐγχειριδίων κιβώτια. διὸ δεῖ τὰ εἰσαφικνούμενά τε καὶ ἠθροισμένα ὅπλα μὴ ἐκφέρεσθαί τε εἰς τὴν ἀγορὰν καὶ νυκτερεύειν ὅπου ἂν τύχῃ, ἀλλὰ πλὴν δείγματος τὸ ἄλλο πλῆθος πρὶν ἐκτίθοιτό τις, εἶναι δημοσίᾳ κρίνειν.

Περὶ ἐπιστολῶν κρυφαίων

31.1 Περὶ δὲ ἐπιστολῶν κρυφαίων παντοῖαι μέν εἰσιν αἱ πέμψεις, προσυγκεῖσθαι δὲ δεῖ τῷ πέμψαντι καὶ δεχομένῳ ἰδίᾳ· αἱ δὲ λανθάνουσαι μάλιστα τοιαίδε ἂν εἶεν. ἐπέμφθη ἐπιστολὴ ὧδε.
31.2 εἰς φορτία ἢ ἄλλα σκεύη ἐνεβλήθη βυβλίον ἢ ἄλλο τι γράμμα τὸ τυχὸν καὶ μεγέθει καὶ παλαιότητι. ἐν τούτῳ δὲ γέγραπται ἡ ἐπιστολὴ ἐπιστιζομένων γραμμάτων τοῦ πρώτου στίχου ἢ δευτέρου ἢ τρίτου, ἐπιστιγμαῖς δὲ ἐλαχίσταις καὶ ἀδηλοτάταις πλὴν τῷ πεμπομένῳ. εἶτα ἀφικομένου τοῦ βυβλίου παρʼ ὃν δεῖ, ἐξεγράφετο καὶ τὰ ἐπισεσημασμένα γράμματα τιθεὶς ἐφεξῆς τὰ ἐκ τοῦ πρώτου στίχου καὶ δευτέρου καὶ τὰ ἄλλα ὡσαύτως, ἐγνώριζε τὰ ἐπισταλέντα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme