31.9
ἄλλος δὲ ἱππέα ἐκπέμπων εἰς τὴν ἡνίαν τοῦ χαλινοῦ βυβλίον ἐνέρραψεν. ἐγένετο δὲ περὶ ἐπιστολὴν τοιόνδε. πόλεως γὰρ πολιορκουμένης ἐπεὶ παρῆλθεν ἔσω τῆς πόλεως ὁ κομίζων τὰς ἐπιστολὰς τῷ μὲν προδιδόντι καὶ τοῖς ἄλλοις οἷς ἔφερεν οὐκ ἀποδίδωσιν, πρὸς δὲ τὸν ἄρχοντα τῆς πόλεως ἦλθεν μηνύων καὶ τὰς ἐπιστολὰς ἐδίδου.
31.9a
ὁ δʼ ἀκούσας ἐκέλευεν ταύτας μὲν τὰς ἐπιστολὰς οἷς ἔφερεν ἀποδοῦναι, τὰ δὲ παρʼ ἐκείνων, εἰ ἀληθές τι μηνύει, παρʼ αὐτὸν ἐνεγκεῖν· καὶ ὁ μηνύων ταῦτα ἔπραξεν. ὁ δὲ ἄρχων λαβὼν τὰς ἐπιστολὰς καὶ ἀνακαλεσάμενος τοὺς ἀνθρώπους τὰ σημεῖά τε ἐδείκνυεν τῶν δακτυλίων, ἅπερ ὡμολόγουν αὑτῶν εἶναι, καὶ λύων τὰ βιβλία ἐδήλου τὸ πρᾶγμα.
31.9b
τεχνικῶς δὲ δοκεῖ φωρᾶσαι, ὅτι τὰς πεμπομένας παρὰ τοῦ ἀνθρώπου οὐκ ἀπέλαβεν· ἦν γὰρ αὐτοῖς ἀρνηθῆναι καὶ φάσκειν ἐπιβουλεύεσθαι ὑπό τινος. τὰς δʼ ἀνταποστελλομένας λαβὼν ἀναντιλέκτως ἤλεγξεν.
31.10
Κομίζεται δὲ καὶ ὧδε. κύστιν ἰσομεγέθη ληκύθῳ ὁπόσῃ ἂν βούλῃ πρὸς τὸ πλῆθος τῶν γραφησομένων φυσήσαντα καὶ ἀποδήσαντα σφόδρα ξηρᾶναι, ἔπειτα ἐπʼ αὐτῆς γράψαι ὅ τι ἂν βούλῃ μέλανι κατακόλλῳ.
31.11
ξηρανθέντων δὲ τῶν γραμμάτων ἐξελεῖν τὴν πνοὴν τῆς κύστιδος καὶ συμπιέσαντα εἰς τὴν λήκυθον ἐνθεῖναι· τὸ δὲ στόμα τῆς κύστιδος ὑπερεχέτω τοῦ στόματος τῆς ληκύθου.
31.12
ἔπειτα φυσήσαντα τὴν κύστιν ἐν τῇ ληκύθῳ ἐνοῦσαν, ἵνα διευρυνθῇ ὡς μάλιστα, καὶ ἐλαίου ἐμπλήσαντα περιτεμεῖν τῆς κύστιδος τὸ ὑπερέχον τῆς ληκύθου καὶ προσαρμόσαι τῷ στόματι ὡς ἀδηλότατα, καὶ βύσαντα τὴν λήκυθον κομίζειν φανερῶς. διαφανές τε οὖν τὸ ἔλαιον ἔσται ἐν τῇ ληκύθῳ καὶ οὐδὲν ἄλλο φανεῖται ἐνόν.
31.13
ὅταν δὲ ἔλθῃ παρʼ ὃν δεῖ, ἐξεράσας τὸ ἔλαιον ἀναγνώσεται φυσήσας τὴν κύστιν· καὶ ἐκσπογγίσας καὶ κατὰ ταὐτὰ εἰς τὴν αὐτὴν γράψας ἀποστελλέτω.