7.6
τοῖς μέντοι ζυγεῖν ἅμα καὶ στοιχεῖν αὐτὸ προελομένοις τέτακται τὸ μέγιστον ζυγὸν κατὰ μέσον ἐκ περιττοῦ ἀριθμοῦ οἷον δέκα καὶ ἑνάς, οἷόν ἐστι τὸ ἐκ τῶν α α ἐν τῇ ὑποκειμένῃ διαγραφῇ· εἶτʼ ἐφʼ ἑκάτερα τοῦδε δύο ζυγὰ δυάδι αὐτοῦ λειπόμενα, πρόσω μὲν ὡς τὸ ἐκ τῶν ββ συγκείμενον, ὀπίσω δὲ ὡς τὸ ἐκ τῶν γγ, ὥσθʼ ἕκαστον τῶν β καὶ γ στοιχεῖν ἑκάστῳ τῶν α πλὴν τῶν ἄκρων ᾱ καὶ ᾱ· ἔπειτα ἑξῆς μετὰ μὲν τὸ β ζυγὸν τὸ ἐκ τῶν δδ δυάδι αὐτοῦ λειπόμενον, μετὰ δὲ τὸ γ τὸ ἐκ τῶν εε καὶ τοῦτο δυάδι τοῦ γ λειπόμενον, ὥστε ἕκαστόν τε τῶν δδ ἑκάστῳ τῶν ββ παρὰ τοὺς ἄκρους στοιχεῖν, καὶ ἕκαστον τῶν εε ἑκάστῳ τῶν γγ παρὰ τοὺς ἐσχάτους. ἔσονται δὴ τὰ μὲν κατὰ β καὶ γ ζυγὰ ἀπὸ ἐννέα ἀνδρῶν, τὰ δὲ κατὰ δ καὶ ε ἀπὸ ζ, ὁμοίως δὲ τούτοις τὰ μὲν ἐφʼ ἑκάτερα, οἷον τὸ ἐκ τῶν ζζ καὶ ηη ἔσται ἀπὸ πεντάδος, τὰ δʼ ἔτι ἑξῆς ὡς τὸ ἐκ τῶν θ καὶ τὸ ἐκ τῶν κ ἀπὸ τριάδος. μονάδος δὲ λειπομένης ἔστω ὁ πρόσω κατὰ τὸ λ ἰλάρχης, ὁ δὲ ὄπιθεν καὶ κατὰ τὸ μ οὐραγός· πλαγιοφύλακες δὲ οἱ ἄκροι τοῦ α ζυγοῦ, ὥσθʼ εἶναι τὸ τῆς εἴλης πλῆθος ἀνδρῶν ἑνὸς καὶ ἑξήκοντα. τὸ δὲ ἀπὸ τοῦ ᾱ μέσου ζυγοῦ ἐπὶ τὸν ἰλάρχην τρίγωνον σχῆμα ἔμβολόν τε καὶ σφηνοειδὲς ὀνομάζεται· ὑπογέγραπται δὲ οὕτως·