Thesauros Literature military Τέχνη τακτική

Τέχνη τακτική

Τέχνη τακτική Asclepiodotus
7.7 ὅσοις δʼ ἤρεσε τὴν εἴλην ζυγεῖν μέν, οὐκέτι δὲ καὶ στοιχεῖν, τὸ μέγιστον καὶ μέσον ζυγὸν ἐκ περιττῶν ἀνδρῶν ὥσπερ καὶ τὸ πρότερον πεποιηκότες, οἷον τὸ αβγδεζη, τὰ ἐφʼ ἑκάτερα μονάδι λειπόμενα τάττουσιν, ὥσπερ τὸ θικλμν ζυγόν, ὥστε τὸ θ μήτε τῷ α μήτε τῷ β στοιχεῖν, ἀλλʼ ἐν τῷ μεταξὺ αὐτῶν κεῖσθαι εἰς τοὔμπροσθεν, ὡς αὔτως δὲ καὶ τῶν βγ τὸ ι καὶ τῶν γδ τὸ κ καὶ τὸ λ τῶν δε, τὸ δὲ μ τῶν εζ καὶ τῶν ξη τὸ ν. οὕτω γὰρ κειμένων οὐδὲ εἷς τῶν ἐν τῷ θικλμν ζυγῷ οὐδενὶ τῶν ἐν τῷ αβγδεζη στοιχήσει. ὁμοίως δὲ καὶ τὸ ξοπρς ζυγὸν ἔμπροσθεν τοῦ θικλμν τάσσουσιν, ὥστε τὸ ξ μήτε τῷ θ μήτε τῷ ι ἐπʼ εὐθείας εἶναι, ἀλλʼ ἐν τῷ μεταξὺ τόπῳ καὶ κατὰ τὸ β τοῦ πρώτου ζυγοῦ, καὶ τὸ ο μεταξὺ τοῦ ικ ὡς κατὰ τὸ γ, καὶ τὸ π μεταξὺ τῶν κλ ὡς κατὰ τὸ δ, τὸ δὲ ρ μεταξὺ τῶν λμ ὡς κατὰ τὸ ε, καὶ τὸ ς μεταξὺ τῶν μν κατὰ τὸ ζ. οὕτω γὰρ τὸ ξοπρς ζυγὸν οὐδενὶ τῶν ἐν τῷ παρεδρεύοντι ζυγῷ στοιχήσει, οἷον τῷ θικλμν, ἀλλὰ τῷ παρʼ ἕν, οἷον τῷ αβγδεζη. ἔσται τοίνυν καὶ τὸ ἑξῆς ζυγὸν οἷον τὸ τυφχ τῷ μὲν πρὸ αὐτοῦ μὴ στοιχοῦν τῷ ξοπρς, τῷ δὲ παρʼ ἕν, οἷον τῷ θικλμν, καὶ τὸ ψως τῷ μὲν τυφχ οὐ στοιχήσει, τῷ δὲ παρὰ τοῦτο ξοπρς, τὸ δὲ οὐ στοιχήσει τῷ ψως, τῷ δὲ παρὰ τοῦτο τυφχ· ὁ δὲ α ἰλάρχης μεταξὺ μὲν ἔσται τῶν, ἐπʼ εὐθείας δέ τινι τῶν ἐν τῷ ψως. καὶ τούτῳ δὲ τῷ ἐμβόλῳ καὶ τὸν ὄπισθεν ἴσον τάξαντες συμπληροῦσι τὴν εἴλην, ἧς μὲν α ἔσται ἰλάρχης, οὐραγὸς δὲ α ὁ ἔσχατος τῶν δυεῖν ἐμβόλων, οἱ δὲ αη πλαγιοφύλακες. καὶ φανερόν, ὅτι τῆς τοιαύτης εἴλης εἰ καὶ μὴ τὰ συνεχῆ ζυγὰ στοιχεῖ, ἀλλὰ τὰ ἓν παρʼ ἓν κείμενα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme