Thesauros Literature military Τέχνη τακτική

Τέχνη τακτική

Τέχνη τακτική Asclepiodotus
10.13 Μακεδονικὸς μὲν οὖν ἐστιν ἐξελιγμός, ὅτʼ ἂν τοῦ λοχαγοῦντος ζυγοῦ τὸν οἰκεῖον τόπον ἐπέχοντος τὰ ὀπίσω ζυγὰ τὸν ἔμπροσθεν καταλάβῃ τόπον μεθισταμένων μέχρις οὐραγοῦ, εἶτα κατʼ ἄνδρα μεταβαλλόντων· οἷον εἰ τοῦ αβγδε ζυγοῦ λοχαγοῦντος καὶ μένοντος ἐπὶ ταὐτοῦ τὰ εἰς τοὐπίσω τὸ ζηθικ καὶ τὸ λμνξο εἰς τὸ πρόσω καθίστηται, ἤτοι κατὰ ζυγόν, ὥστε τὸ ζηθικ μεταστῆναι πρότερον καὶ γενέσθαι κατὰ τὸ πρστυ, ἔπειτα τὸ λμνξο κατὰ τὸ φχψως, ἢ κατὰ στοῖχον, ὥστε τὰ μὲν κο γενέσθαι κατὰ τὰ υς, τὰ δὲ ιξ κατὰ τὰ τω καὶ τὰ ἑξῆς, οἷον τὰ θν κατὰ τὰ σψ καὶ τὰ ημ κατὰ τὰ ρχ καὶ τὰ ζλ κατὰ τὰ πφ· εἶτα καὶ κατʼ ἄνδρα μεταβάλωσιν ἀπὸ οὐραγοῦ, τόδε ἐστὶν ἀπεστράφθαι μὲν τὰ πρστυ καὶ τὰ φχψω μέρη, βλέπειν δὲ κατὰ τὰ αβγδε διὰ τὸ ὄπιθεν ὀφθῆναι τοὺς πολεμίους. φανερὸν δὲ ὅτι κατὰ τοῦτον τὸν ἐξελιγμὸν ἡ φάλαγξ δόξειεν ἂν ὑποχωρεῖν τοῦ οἰκείου τόπου καὶ φυγῇ παραπλήσιον ποιεῖν, ὃ δὴ θαρραλεωτέρους μὲν ποιεῖ τοὺς πολεμίους, ἀσθενεστέρους δὲ τοὺς ἐξελίσσοντας.
10.14 ὁ δὲ Λακωνικὸς ἐξελιγμὸς τὸν ἐναντίον τούτῳ μεταλαμβάνει τόπον· μεταβάλλει γὰρ ἕκαστος ἐπʼ οὐράν, μένοντος τοῦ οὐραγοῦντος ζυγοῦ οἷον τοῦ λμνξο· τὰ γὰρ λοιπά, τό τε ζηθικ καὶ τὸ αβγδε μεθίσταται ἐφʼ ἑκάτερα τοῦ οὐραγοῦντος, διχῶς δῆλον ὅτι, ἤτοι κατὰ στοῖχον ἢ κατὰ ζυγόν, καὶ θέσιν ἔχει τὸ μὲν ζηθικ τὴν τοῦ ΖΗΘΙΚ, τὸ δὲ αβγδε τὴν τοῦ ΑΒΓΔΕ. τοῦτο δὴ ποιῶν ὁ Λακωνικὸς ἐξελιγμὸς τὴν ἐναντίαν κατὰ τὸν Μακεδονικὸν τοῖς πολεμίοις παρέχεται δόξαν· ἐφορμᾶν γὰρ καὶ ἐπιέναι δόξειεν ἂν ὄπιθεν παραφανεῖσιν, ὥστε καταπλῆξαι αὐτοὺς καὶ δειλίαν ἐκ τοῦδε γενέσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme