11.1
παραγωγὴ καλεῖται ἡ τῆς φάλαγγος ἤτοι καθʼ ὅλην ἢ κατὰ μέρη καί, εἰ καθʼ ὅλην, ἢ πλαγία λέγεται, ὅτʼ ἂν κατὰ τὴν πλαγίαν θέσιν βαδίζῃ, ἢ ὀρθία, ὅτʼ ἂν κατὰ τὴν ὀρθίαν· καὶ εἰ πλαγία πορεύοιτο, ἤτοι κατʼ ὀρθόν, ὅτʼ ἂν κατὰ τοὺς λοχαγούς, ἢ ἐπʼ οὐράν, ὅτʼ ἂν κατὰ τοὺς οὐραγούς· ὀρθία δὲ εἰ φέροιτο καὶ τὸ λοχαγοῦν ζυγόν, ὃ δὴ καὶ στόμα λέγεται, δεξιὸν ἔχει, δεξιὰ καλεῖται, εἰ δὲ λαιόν, ἀριστερά· λοξὴ δὲ ὡς αὔτως λαιά τε καὶ δεξιὰ ἡ τὸ προὖχον ἔχουσα κέρας ὁμώνυμον, κυρτὴ δὲ καὶ κοίλη καὶ ἐπικάμπιος εἰς τοὐπίσω ἢ καὶ πρόσω ἡ τὸ στόμα κοῖλον ἢ κυρτὸν ἢ εἰς τοὐπίσω ἢ καὶ πρόσω ἐπικεκαμμένον ἔχουσα, ὡς ἔχει τὰ ὑπογεγραμμένα.
11.2
τὸ δʼ ὄρθιον τοῦτο καὶ πλάγιον οὐ μόνον ἐπὶ τῆς ὅλης φάλαγγος ἐκδέχεσθαι δεῖ, ἀλλὰ γὰρ καὶ ἐπὶ τῶν μερῶν· εἰ γὰρ κατὰ κέρατα βαδίζοι ἡ φάλαγξ, ἢ κατʼ ὄρθια ἢ πλάγια, καί, εἴτε κατʼ ὄρθια εἴτε πλάγια, ἢ κατʼ ἐπαγωγὴν ἤτοι σύζευξιν· ἔστι δὲ κατʼ ἐπαγωγὴν μέν, ὅτʼ ἂν τὸ δεύτερον ἕπηται τῷ προτέρῳ, κατὰ σύζευξιν δέ, ὅτʼ ἂν μηδʼ ἕτερον θἀτέρου προηγῆται.
11.3
τοῦ δʼ ὀρθίου κατὰ σύζευξιν εἴδη τέσσαρα· ἢ γὰρ δεξιά ἐστιν ἄμφω τὰ στόματα ἢ λαιὰ καὶ καλεῖται ἡ φάλαγξ ὁμοιόστομος, ἡ μὲν δεξιά, ἡ δὲ λαιά, ἢ ἐναντίως ἔχει τὰ στόματα, καὶ εἰ μὲν κατὰ ταῦτα συνάπτοιεν ἀλλήλοις, ἀντίστομος ἐπονομάζεται, εἰ δὲ κατὰ τοὺς οὐραγούς, ἀμφίστομος.
11.4
τῶν δὲ κατʼ ἐπαγωγὴν πορευομένων ποιεῖν ἔστιν ὄρθια ἑτεροστόμως μόνον, ὥστε τὸ μὲν ἔχει δεξιόν, τὸ δὲ λαιὸν στόμα· οὐ γὰρ οἷόν τε ἐπὶ τὰ αὐτὰ ἔχειν ἄμφω, οὐδὲν γὰρ διοίσει τῆς ὅλης τὰ κέρατα, διʼ ὃ καὶ τὰ πλάγια οὕτως μόνον συζευχθήσονται· κατʼ ἐπαγωγὴν γὰρ τὰ πλάγια ἢ ὁμοιοστόμως συντεθήσονται ἢ ἀμφιστόμως· τοῖς γὰρ οὐραγοῖς τοῦ ἡγουμένου τοτὲ μὲν οἱ λοχαγοί, τοτὲ δὲ οἱ οὐραγοὶ τοῦ ἑπομένου μεταταγήσονται.
11.5
καὶ τὰ λοξὰ δὲ συντιθέμενα διττὰς ἔχουσι διαφοράς· ἢ γὰρ λαιὸν ἐν λαιῷ τάττεται μέρει καὶ δεξιὸν ἐνδεξιῷ καὶ καλεῖται ἡ ὅλη κοιλέμβολος, ἢ ἀνάπαλιν καὶ λέγεται ἔμβολος, ὡς τὰ ὑποτεταγμένα σχήματα.