Thesauros Literature military Τέχνη τακτική

Τέχνη τακτική

Τέχνη τακτική Asclepiodotus
12.8 ἐὰν δὲ κατὰ κέρας τὴν φάλαγγα πυκνῶσαι δέῃ, παραγγελοῦμεν ἐπὶ τοῦ δεξιοῦ τὸν δεξιὸν λόχον ἠρεμεῖν, τοὺς δὲ λοιποὺς ἐπὶ δόρυ κλίναντας προσάγειν ἐπὶ τὸ δεξιόν, ἔπειτα εἰς ὀρθὸν ἀποδιδόναι, καὶ προσάγειν τὰ ὀπίσω ζυγά. ἀποκαταστῆσαι δὲ προαιρούμενοι παραγγελοῦμεν τὸ μὲν λοχαγοῦν ζυγὸν ἠρεμεῖν, τὰ δʼ ὀπίσω ζυγὰ μεταβαλλόμενα ἀνιέναι, εἶτα πάλιν μεταβάλλεσθαι, ἔπειτα τοῦ δεξιοῦ λόχου ἠρεμοῦντος οἱ λοιποὶ ἐπʼ ἀσπίδα κλίναντες προαγέτωσαν, ἕως ἂν τὰ ἐξ ἀρχῆς διαστήματα συντηρήσαντες εἰς ὀρθὸν ἀποδῶσιν.
12.9 εἰ δὲ τὸ λαιὸν κέρας πυκνῶσαι δέῃ, τἀναντία παραγγελοῦμεν, εἰ δὲ τὸ μέσον τῆς φάλαγγος, τὴν δεξιὰν ἀποτομὴν ἐπʼ ἀσπίδα κλίναντες, τὴν δὲ λαιὰν ἐπὶ δόρυ, εἶτα προσάγειν κελεύοντες ἐπὶ τὸν ὀμφαλὸν τῆς φάλαγγος, ἔπειτα εἰς ὀρθὸν ἀποδοῦναι καὶ προσάγειν τὰ ὀπίσω ζυγά, ἕξομεν ὃ προαιρούμεθα. ἀποκαταστῆσαι δὲ βουλόμενοι μεταβάλλεσθαι παραγγελοῦμεν καὶ προάγειν κατὰ ζυγὰ χωρὶς τοῦ πρώτου, ἔπειτα πάλιν μεταβάλλεσθαι, καὶ τὴν μὲν δεξιὰν διφαλαγγίαν ἐπὶ δόρυ, τὴν δὲ λαιὰν ἐπʼ ἀσπίδα κλῖναι, εἶτα κατὰ λόχους ἀκολουθεῖν τοῖς ἡγουμένοις, ἄχρις ἂν τὰ ἐξ ἀρχῆς λάβωσι διαστήματα, εἶτα εἰς ὀρθὸν ἀποδοῦναι.
12.9 δεῖ δὲ ἄνω τὰ δόρατα εἶναι ἐν ταῖς πυκνώσεσι πρὸς τὸ μὴ ἐμποδὼν ταῖς κλίσεσι γίνεσθαι.
12.10 ταῖς δʼ αὐταῖς ἀγωγαῖς χρησίμαις οὔσαις πρὸς τὰς τῶν πολεμίων αἰφνιδίους ἐπιφανείας καὶ τοὺς ψιλοὺς ἀσκήσομεν.
12.10 τὰ μὲν φωνῇ, τὰ δὲ διὰ σημείων ὁρατῶν, ἔνια δὲ καὶ διὰ τῆς σάλπιγγος. σαφέστατα μὲν γάρ ἐστι τὰ διὰ φωνῆς δηλούμενα—οὐ μὴν πάντοτε δυνατὸν διὰ κτύπον τῶν ὅπλων ἢ διὰ πνευμάτων σφοδρῶν ἐμβολάς, ἀθορυβώτερα δὲ τὰ διὰ τῶν σημείων· ἀλλʼ ἐνίοτε καὶ τούτοις ἐπιπροσθοίη ἢ ἡλιου ἀνταύγεια ἢ παχύτης ἀέρος καὶ κονιορτοῦ ἢ καὶ ὄμβρου πλῆθος, διʼ ὃ οὐ ῥᾴδιον πρὸς πάσας τὰς ἀνακυπτούσας χρείας εὐπορῆσαι σημείων, οἷς προσήθισται ἡ φάλαγξ, ἀλλʼ ἐνίοτε πρὸς τοὺς καιροὺς ἀνάγκη καινὰ προσευρίσκειν, πλὴν ἀδύνατον ἅπαντα συμπεσεῖν, ὥστʼ ἄδηλον εἶναι καὶ σάλπιγγι καὶ φωνῇ καὶ σημείῳ τὸ παράγγελμα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme