2.9
τοὺς δὲ ἐκτάκτους τὸ μὲν παλαιὸν ἡ τάξις εἶχεν, ὡς καὶ τοὔνομα σημαίνει, διʼ ὅτι τῆς τάξεως ἐξάριθμοι ὑπῆρχον, στρατοκήρυκα, σημειοφόρον, σαλπιγκτήν, ὑπηρέτην, οὐραγόν· τὸν μέν, ὅπως τῇ φωνῇ σημαίνοι τὸ προσταττόμενον, τὸν δὲ σημείῳ, εἰ μὴ φωνῆς κατακούειν ἐνδέχοιτο διὰ θόρυβον, τὸν δὲ τῇ σάλπιγγι, ὁπότε μηδὲ σημεῖον βλέποιεν διὰ κονιορτόν, καὶ τὸν ὑπηρέτην, ὥστε τι παρακομίσαι τῶν εἰς τὴν χρείαν, τόν γε μὴν ἔκτακτον οὐραγὸν πρὸς τὸ ἐπανάγειν τὸν ἀπολειπόμενον ἐν τῇ τάξει. ὀκτὼ γὰρ ἀνδρῶν ὄντος τοῦ λόχου ὀκταλοχία τὸ τετράγωνον ἐποίει σχῆμα, ὅπερ διὰ τὴν πανταχόθεν ἰσότητα μόνον τῶν μερῶν τῆς φάλαγγος ὁμοίως κατακούειν τῶν προσταττομένων δυνάμενον εὐλόγως τάξις ἐπωνόμαστο· διπλασιασθέντος δʼ ὕστερον τοῦ λόχου ἡ συνταξιαρχία τὸ τετράγωνον ἀπετέλεσεν, διʼ ἃ εἰς ταύτην μετῆλθον οἱ ἔκτακτοι.
2.10
τὸ διπλάσιον δὲ τοῦ συντάγματος πεντακοσιαρχίαν καὶ τὸν ἐπὶ τούτῳ πεντακοσιάρχην ὠνόμασαν, τὸ δὲ τούτου διπλάσιον χιλιαρχίαν καὶ τὸν ἡγεμόνα χιλιάρχην, τὰς δὲ δύο χιλιαρχίας πάλαι μὲν κέρας καὶ τέλος καὶ τελάρχην τὸν ἡγούμενον, ὕστερον δὲ μεραρχίαν καὶ μεράρχην· διʼ ὃ καὶ τὸ τούτου διπλάσιον φαλαγγαρχία καὶ νῦν ἔτι καλεῖται, πλὴν καὶ ἀποτομὴ κέρατος, καὶ ὁ ἡγεμὼν πάλαι μὲν στρατηγός, νῦν δὲ φαλαγγάρχης· τὸ δὲ τῆς φαλαγγαρχίας ἤτοι ἀποτομῆς διπλοῦν διφαλαγγία καὶ κέρας καὶ ὁ ἐπʼ αὐτῇ κεράρχης, αὐτὸ δὲ τὸ ἐκ τῶν δυεῖν κεράτων ἡ φάλαγξ, ἐφʼ ᾗ ὁ στρατηγός, κέρατα ἔχουσα δύο, φαλαγγαρχίας ἤτοι ἀποτομὰς δ, μεραρχίας η, χιλιαρχίας ις, πεντακοσιαρχίας λβ, συνταξιαρχίας ξδ, ταξιαρχίας ρκη, τετραρχίας σνς, διλοχίας φιβ, λόχους ακδ. β κέρας ξδ συνταξιαρχία δ ἀποτομή ρκη τάξις η μεραρχία σνς τετραχία ις χιλιαρχία φιβ διλοχία λβ πεντακοσιαρχία ακδ λόχος
Περὶ διατάξεως τῶν ἀνδρῶν καθʼ ὅλην τε τὴν φάλαγγα ἢ κατὰ τὰ μέρη