Thesauros Literature military Τέχνη τακτική

Τέχνη τακτική

Τέχνη τακτική Asclepiodotus

ΑΣΚΛΗΠΙΟΔΟΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΤΑΚΤΙΚΑ ΚΕΦΑΛΑΙΑ

argument.chap_heads α. Περὶ τῆς φαλάγγων διαφορᾶς.
argument.chap_heads β. Περὶ τοῦ ἀριθμοῦ καὶ τῆς ὀνομασίας τῶν μερῶν τῆς φάλαγγος τῶν ὁπλιτῶν.
argument.chap_heads γ. Περὶ διατάξεως τῶν ἀνδρῶν τῆς τε καθʼ ὅλην τὴν φάλαγγα καὶ τῆς κατὰ μέρη.
argument.chap_heads δ. Περὶ διαστημάτων αὐτῶν.
argument.chap_heads ε. Περὶ τῶν ὅπλων τῆς τε συμμετρίας καὶ τοῦ εἴδους.
argument.chap_heads ς. Περὶ τῆς τῶν ψιλῶν τε καὶ πελταστῶν φάλαγγος καὶ τῆς τῶν μερῶν τάξεώς τε καὶ ὀνομασίας.
argument.chap_heads ζ. Περὶ τῆς τῶν ἱππέων φάλαγγος καὶ τῶν ὀνομασιῶν τῆς τε ὅλης καὶ τῶν μερῶν.
argument.chap_heads η. Περὶ ἁρμάτων.
argument.chap_heads θ. Περὶ ἐλεφάντων.
argument.chap_heads ι. Περὶ τῶν κοινῇ κατὰ τὴν κίνησιν ὀνομασιῶν.
argument.chap_heads ια. Περὶ τῶν ἐν ταῖς πορείαις σχηματισμῶν τῶν κατὰ συντάγματα.
argument.chap_heads ιβ. Περὶ τῶν κατὰ τὴν κίνησιν αὐτῶν προσταγμάτων.

Περὶ τῆς φαλάγγων διαφορᾶς

1.1 τῆς τελείας παρασκευῆς πρὸς πόλεμον διττῆς οὔσης, χερσαίας τε καὶ ναυτικῆς, περὶ τῆς χερσαίας τὰ νῦν λεκτέον. ταύτης τοίνυν τὸ μέν ἐστι μάχιμον, τὸ δʼ εἰς τὴν τούτου χρείαν ὑπηρετοῦν, οἷον ἰατρῶν καὶ σκευοφόρων καὶ τῶν ὁμοίων.
1.1 τοῦ δὲ μαχίμου τὸ μέν ἐστι πεζόν, τὸ δʼ ὀχηματικόν· τὸ μὲν γὰρ ποσὶ χρῆται πρὸς τὴν μάχην, τὸ δʼ ἐπί τινος ὀχεῖται.
1.2 τοῦ δὲ δὴ πεζοῦ τὸ μέν ἐστιν ὁπλιτῶν σύστημα, τὸ δὲ πελταστῶν, τὸ δὲ τῶν καλουμένων ψιλῶν. τὸ μὲν οὖν τῶν ὁπλιτῶν ἅτε ἐγγύθεν μαχόμενον βαρυτάτῃ κέχρηται σκευῇ—ἀσπίσι τε γὰρ μεγίσταις καὶ θώραξι καὶ ταῖς κνημῖσι σκέπεται—καὶ δόρασι μακροῖς κατὰ τὸν ῥηθησόμενον Μακεδόνιον τρόπον· τὸ δὲ τῶν ψιλῶν τούτοις ἀπʼ ἐναντίας κουφοτάτῃ κέχρηται τῇ σκευῇ διὰ τὸ πόρρωθεν βάλλειν, οὔτε προκνημῖσιν οὔτε θώραξι κεκοσμημένον, ἀκοντίοις δὲ καὶ σφενδόναις καὶ ὅλως τοῖς ἐξ ἀποστήματος λεγομένοις τοξεύμασιν. τούτων δʼ ἐν μέσῳ πώς ἐστι τὸ πελταστικὸν σύστημα· ἥ τε γὰρ πέλτη μικρά τίς ἐστιν ἀσπιδίσκη καὶ κούφη, τά τε δόρατα πολὺ τῶν ὁπλιτῶν μεγέθει λειπόμενα.
1 / 24 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme