Thesauros Literature military Στρατηγικός

Στρατηγικός

Στρατηγικός Onasander
praef.1 Ἱππικῶν μὲν λόγων ἢ κυνηγετικῶν ἢ ἁλιευτικῶν τε αὖ καὶ γεωργικῶν συνταγμάτων προσφώνησιν ἡγοῦμαι πρέπειν ἀνθρώποις, οἷς πόθος ἔχεσθαι τοιῶνδε ἔργων, στρατηγικῆς δὲ περὶ θεωρίας, ὦ Κόϊντε Οὐηράνιε, Ῥωμαίοις καὶ μάλιστα Ῥωμαίων τοῖς τὴν συγκλητικὴν ἀριστοκρατίαν λελογχόσι καὶ κατὰ τὴν Σεβαστοῦ Καίσαρος ἐπιφροσύνην ταῖς τε ὑπάτοις καὶ στρατηγικαῖς ἐξουσίαις κοσμουμένοις διά τε παιδείαν, ἧς οὐκ ἐπʼ ὀλίγον ἔχουσιν ἐμπειρίαν, καὶ προγόνων ἀξίωσιν.
praef.2 ἀνέθηκα δὲ πρώτοις σφίσι τόνδε τὸν λόγον οὐχ ὡς ἀπείροις στρατηγίας, ἀλλὰ μάλιστα τῇδε θαρρήσας, ᾗ τὸ μὲν ἀμαθὲς τῆς ψυχῆς καὶ τὸ παρʼ ἄλλῳ κατορθούμενον ἠγνόησεν, τὸ δὲ ἐν ἐπιστήμῃ τῷ καλῶς ἔχοντι προσεμαρτύρησεν.
praef.3 ὅθεν, εἰ καὶ παρὰ πολλοῖς φανείη νενοημένα τὰ παρʼ ἐμοῦ συντεταγμένα, καὶ κατὰ τοῦτο ἂν ἡσθείην, ὅτι μὴ μόνον στρατηγικὰς συνεταξάμην ὑφηγήσεις, ἀλλὰ καὶ στρατηγικῆς ἐστοχασάμην καὶ τῆς ἐν αὐτοῖς φρονήσεως, εὐτυχοίην τʼ ἄν, εἰ, ἃ δὴ Ῥωμαίοις δυνάμει καὶ δἰ ἔργων πέπρακται, ταῦτʼ ἐγὼ λόγῳ περιλαβεῖν ἱκανὸς εἶναι παρὰ τοιούτοις ἀνδράσι δοκιμασθείην.
praef.4 Τὸ δὲ σύνταγμα θαρροῦντί μοι λοιπὸν εἰπεῖν ὡς στρατηγῶν τε ἀγαθῶν ἄσκησις ἔσται παλαιῶν τε ἡγεμόνων κατὰ τὴν σεβαστὴν εἰρήνην ἀνάθημα, εἰσόμεθά τε καὶ εἰ μηδὲν ἄλλο, παρʼ ἣν αἰτίαν οἵ τε πταίσαντες ἐσφάλησαν τῶν στρατηγησάντων, οἵ τε εὐπραγήσαντες ἐγέρθησαν εἰς δόξαν· μάλιστα δὲ τὴν Ῥωμαίων ἀρετὴν ἐννοήσομεν, ὡς οὔτε βασιλεὺς οὔτε πόλις οὔτε ἔθνος μεῖζον ἡγεμονίας ἐκρατύνατο μέγεθος, ἀλλʼ οὐδʼ εἰς ἶσον ἤλασεν, ὥστε τοσούτοις βεβαιώσασθαι χρόνοις ἀκίνητον δυναστείαν.
praef.5 οὐ γὰρ τύχῃ μοι δοκοῦσιν ὑπεράραντες τοὺς τῆς Ἰταλίας ὅρους ἐπὶ πέρατα γῆς ἐκτεῖναι τὴν σφετέραν ἀρχήν, ἀλλὰ πράξεσι στρατηγικαῖς. συνεπιλαμβάνεσθαι μὲν γὰρ εὔχεσθαι δεῖ καὶ τὴν τύχην, οὐ μὴν τὸ παράπαν οἴεσθαι ταύτην κρατεῖν.
1 / 44 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme