Thesauros Literature military Στρατηγικός

Στρατηγικός

Στρατηγικός Onasander
10.3 Καθάπερ γὰρ ἐπὶ τῶν μουσικῶν ὀργάνων οἱ μὲν ἀρχὴν ἔχοντες τοῦ μανθάνειν ἐπιτιθέντες τοὺς δακτύλους ἐπί τε τὰ τρήματα τῶν αὐλῶν καὶ διαστήματα τῶν χορδῶν πολλάκις ἄλλον ἔθεσαν ἐπʼ ἄλλην καὶ οὐ κατὰ τὴν ἁρμονικὴν διάστασιν, εἶτα μόλις ἐπεκτείναντες βραδὺ μὲν αἴρουσι τοὺς δακτύλους, βραδὺ δὲ τιθέασιν, οἱ δʼ ἐν μελέτῃ τῆς μουσικῆς ἀνεπιτηδεύτως ἤδη ἐρρυθμισμένῃ τῇ χειρὶ δἰ ὀξύτητος μεταφέρουσιν, ὅπῃ τε βούλονται παραθλίψαι τῆς ἀναπνοῆς καὶ ἀνοῖξαι καὶ παραψῆλαι χορδῆς· τοῦτον δήπου τὸν τρόπον οἱ μὲν ἀσυνήθεις καὶ ἀνάσκητοι τῆς τάξεως διὰ ταράχου πολλοῦ μόλις ἀλλήλων διαμαρτάνοντες ἐγκατατάσσονται πολὺν ἀναλίσκοντες χρόνον, οἱ δὲ συγκεκροτημένοι διὰ τάχους, ὡς εἰπεῖν αὐτόματοι, φέρονται πρὸς τὴν τάξιν ἐναρμόνιόν τινα καὶ καλὴν ἐκπληροῦντες ὄψιν.
10.4 Εἶτα διελὼν τὰ στρατεύματα πρὸς ἀλλήλους ἀσιδήρῳ μάχῃ συναγέτω νάρθηκας ἢ στύρακας ἀκοντίων ἀναδιδούς, εἰ δέ τινα καὶ βεβωλασμένα πεδία εἴη, βώλους τε κελεύων αἴροντας βάλλειν· ὄντων δὲ καὶ ἱμάντων ταυρείων χρήσθων ἐπὶ τὴν μάχην· δείξας δʼ αὐτοῖς καὶ λόφους ἢ βουνοὺς ἢ ὀρθίους τόπους κελευέτω σὺν δρόμῳ καταλαμβάνεσθαι· ποτὲ δὲ καὶ ἐπιστήσας ἐπὶ αὐτῶν τινας τῶν στρατιωτῶν καὶ ἀναδοὺς ἃ μικρῷ πρόσθεν ἔφην ὅπλα, τούτους ἐκβαλοῦντας ἑτέρους ἐκπεμπέτω· καὶ ἤτοι τοὺς μείναντας ἐπαινείτω καὶ μὴ ἐκπεσόντας ἢ τοὺς ἐκβαλόντας.
10.5 ἐκ γὰρ τῆς τοιαύτης ἀσκήσεως καὶ γυμνασίας ὑγιαίνει μὲν τὸ στράτευμα, πᾶν δʼ ὅ τι οὖν ἥδιον ἐσθίει καὶ πίνει, κἂν λιτὸν ᾖ, πολυτελέστερον οὐθὲν ἐπιζητοῦν· ὁ γὰρ ἀπὸ τῶν πόνων λιμὸς καὶ τὸ δίψος ἱκανὸν ὄψον ἐστὶν καὶ γλυκὺ κρᾶμα, καὶ στερρότερά τε τὰ σώματά σφισι γίγνεται καὶ ἄκμητα, καὶ συνεθίζεται τοῖς μέλλουσι δεινοῖς, ἱδρῶτι καὶ πνεύματι καὶ ἄσθματι καὶ θάλπεσιν ἀσκιάστοις καὶ κρυμοῖς ὑπαίθροις ἐγγυμναζόμενα.
10.6 Παραπλησίως δὲ γυμναζέτω καὶ τὸ ἱππικὸν ἁμίλλας ποιούμενος καὶ διώγματα καὶ συμπλοκὰς καὶ ἀκροβολισμοὺς ἐν τοῖς ἐπιπέδοις καὶ περὶ αὐτὰς τὰς ῥίζας τῶν λόφων, ἐφʼ ὅσον δυνατόν ἐστι καὶ τῶν τραχέων ἐπιψαύειν· οὐ γὰρ οἶόν τε βιάζεσθαι πρὸς ἀνάντη καὶ κατὰ πρανοῦς ἱππάζεσθαι. β. Περὶ προνομῶν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme