Thesauros Literature military Στρατηγικός

Στρατηγικός

Στρατηγικός Onasander
10.12 καιόντων δʼ οἱ φύλακες πυρὰ πορρωτέρω τῆς στρατοπεδείας· οὕτως γὰρ τοὺς μὲν προσιόντας διὰ τοῦ φωτὸς ἐκ πολλοῦ συνόψονται, τοῖς δʼ ἐκ τοῦ φωτὸς ἐν σκότῳ τυγχάνοντες οὐκ ἀθρήσονται, μέχρις ἂν εἰς χεῖρας ἔλθωσιν. ε. Περὶ λαθραίας ἀναχωρήσεως τοῦ στρατεύματος
10.13 Εἰ δὲ βούλοιτό ποτε νύκτωρ ἀναστῆσαι τὸ στράτευμα λανθάνων τοὺς πολεμίους, ἢ τόπους προκαταλαβέσθαι προαιρούμενος ἢ τοὺς ὄντας φεύγων ἢ μηδέπω βουλόμενος εἰς ἀνάγκην ἐλθεῖν τοῦ μάχεσθαι, πυρὰ πολλὰ καύσας ἀναχωρείτω· βλέποντες μὲν γὰρ οἱ πολέμιοι τὰ φῶτα δοκοῦσι κατὰ χώραν αὐτὸν μένειν, ἀφωτίστου δὲ μεταξὺ γενομένης τῆς παρεμβολῆς ὑπόνοιαν ἀναλαβόντες, ὡς φεύγουσιν, ἐνέδρας τε προεκπέμπουσι καὶ διώκουσιν. ς. Περὶ στρατηγῶν κοινολογουμένων τοῖς τῶν ἐναντίων στρατηγοῖς
10.14 Ἐὰν δʼ ἐπὶ τῶν αὐτῶν μένων εἰς ὄψιν ἔρχηταί ποτε τῷ τῶν πολεμίων στρατηγῷ, κοινολογησόμενος, ὡς αὐτὸς εἰπεῖν ἢ ἀκοῦσαί τι βουλόμενος, ἐκλεξάμενος τοὺς κρατίστους καὶ ἀξιοπρεπεστάτους τῶν νέων, εὐρώστους καλοὺς μεγάλους, ὅπλοις διαπρεπέσι κοσμήσας ἔχων περὶ αὑτὸν ἀπαντάτω· πολλάκις γὰρ τοιόνδε τὸ πᾶν ἀπὸ μέρους ὀφθέντος ἠλπίσθη, καὶ οὐκ ἐξ ὧν ἤκουσεν ὁ στρατηγὸς ἐπείσθη, τί δεῖ ποιεῖν, ἀλλʼ ἐξ ὧν εἶδεν ἐφοβήθη. ζ. Περὶ αὐτομόλων
10.15 Τῶν δὲ αὐτομόλων εἴ τινες ἢ καιρὸν ἀφικνοῦνται μηνύσοντες ἢ ὥραν ἐπιθέσεως, ἢ ὁδὸν ἐπαγγέλλονται καθηγήσασθαι καὶ διὰ σκοπῶν ἀοράτων τοῖς πολεμίοις ἄξειν, δήσας αὐτοὺς ἀγέτω, τοῦτο ποιῶν σφισι φανερόν, ὡς, ἐὰν μὲν ἀληθεύσωσι καὶ ἐπὶ σωτηρίᾳ καὶ νίκῃ πάντα ποιήσωσι τοῦ στρατεύματος, λύσει τέ σφας καὶ δωρεὰς δώσει καταξίους, ἐὰν δʼ ἐξαπατήσωσι καὶ ψεύσωνται τοῖς σφετέροις ἐγχειρίσαι βουλόμενοι τὸ στράτευμα, παρʼ αὐτὸν ἐκεῖνον τὸν καιρὸν ὄντες ἐν δεσμοῖς ὑπὸ τῶν κινδυνευόντων κατασφαγήσονται· πίστις γὰρ αὐτομόλου τι μηνύοντος αὕτη βεβαιοτάτη, τὸ μὴ αὐτὸν εἶναι τῆς αὑτοῦ ψυχῆς κύριον, ἀλλὰ τοὺς ὁδηγουμένους. η. Περὶ τοῦ ὁρᾶν καὶ τὴν τῶν πολεμίων παρεμβολήν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme