10.16
Ὁράτω δὲ καὶ τὴν τῶν πολεμίων παρεμβολὴν ἐμπείρως· μήτε γάρ, ἐὰν ἐν ἐπιπέδῳ καὶ κατὰ κύκλον ἴδῃ κείμενον βραχὺν τὴν περίμετρον καὶ συνεσταλμένον χάρακα, δοκείτω τοὺς πολεμίους ὀλίγους εἶναι — πᾶς γὰρ κύκλος ἐλάττω τὴν τοῦ σχήματος ὄψιν ἔχει τῆς ἐξ ἀναλόγου στερεομετρουμένης θεωρίας, καὶ πλείους δύναται δέξασθαι τὸ ἐν αὐτῷ περιγραφόμενον εὖρος, ἢ ἰδὼν ἄν τις ὄψει τεκμήραιτο —, μήτε, ἂν αἱ πλευραὶ τοῦ χάρακος ἐπὶ μῆκος ἐκτείνωσι καὶ κατά τι μέρος στεναὶ τυγχάνωσιν ἢ σκολιαὶ καὶ πολυγώνιοι καὶ ὀξυγώνιοι, πολὺ πλῆθος ἐλπιζέτω· τῆς μὲν γὰρ στρατοπεδείας ἡ ὄψις μεγάλη φαίνεται, τοὺς δʼ ἐν αὐτῇ περιειλημμένους ἄνδρας οὐ πάντως πλείονας ἔχει τῶν ἐν κύκλῳ περιγραφομένων.
10.17
οἱ δʼ ἐπὶ τῶν ὀρῶν καὶ λόφων χάρακες, ἐὰν μὴ συμφυεῖς ὦσι πάντῃ, μείζους μὲν ὁρῶνται τῶν ἐν τοῖς ἐπιπέδοις, ἐλάττους δὲ ἢ κατὰ τὴν ὄψιν ἄνδρας περιέχουσιν· πολλὰ γὰρ ἀνθρώπων ἐντὸς ἀπολείπεται γυμνὰ μέρη· τῶν γὰρ τοιούτων τόπων ἀνάγκη πολλὰ μὲν εἶναι βάραθρα, πολλὰ δὲ κρημνώδη καὶ τραχέα καὶ ἀκατασκήνωτα, τοῦ δὲ χάρακος πρὸ τῶν ἀνθρώπων τιθεμένου, τούτου τὸ μῆκος εὐλόγως ἐπεκτείνεται.
10.18
μήτʼ οὖν, ἐπειδὰν ἴδῃ βραχὺν καὶ συνεσταλμένον, καταφρονείτω συλλογιζόμενος καὶ τὸν τόπον καὶ τὸ σχῆμα, μήτ̓, ἂν καὶ παραμήκη, καταπληττέσθω.
10.19
Ταῦτα μέντοι γιγνώσκων εὐκαίρῳ ποτὲ στρατηγίᾳ χρησάσθω. καὶ καταστρατοπεδεύσας ἐν ὀλίγῳ κατὰ τὸ προειρημένον σχῆμα, καί, εἰ δέοι, καὶ συνθλίψας τὸ στράτευμα μὴ προαγέτω μήτε δεικνύτω τοῖς ἀντεστρατοπεδευκόσι, καὶ δὴ προκαλουμένοις εἰς μάχην μὴ ἐξαγέτω· δοκείτω δὲ καὶ δεδιέναι.