Thesauros Literature military Στρατηγικός

Στρατηγικός

Στρατηγικός Onasander
10.20 πολλάκις γὰρ οἱ πολέμιοι καταφρονήσαντες ὡς ὀλίγων ὄντων τῶν ἐναντίων, ὄψει καὶ οὐκ ἐμπειρίᾳ στρατηγικῇ τὰ πράγματα κρίνοντες, ῥᾳθυμότερον ἀνεστράφησαν, ἀφυλάκτως καὶ ἀτάκτως τῆς ἰδίας προϊόντες παρεμβολῆς, ὡς οὐ τολμησόντων σφίσι τῶν πολεμίων ἐπεξελεύσεσθαι, ἢ καὶ τῷ χάρακι περιστάντες πολιορκοῦσιν ἀπροσδόκητοι τοῦ μέλλοντος ἐκχυθήσεσθαι πλήθους· ἡ δʼ ἀνελπιστία τῶν δεινῶν ἀμελεστέρους ἐποίησε τοὺς στρατιώτας. ἔνθα δεῖ τὸν καιρὸν ἁρπάσαντα κατὰ πολλὰς ἐκδραμόντα τοῦ χάρακος πυλίδας ἐν τάξει τῶν ὑποκειμένων ἀνδρείως ἔχεσθαι πραγμάτων.
10.21 Ὁ δὲ εἰδὼς οὕτως στρατηγεῖν εἴσεται, κἂν ὑπὸ τῶν πολεμίων ἐν τοῖς αὐτοῖς καταστρατηγῆται, καὶ δρᾶσαί τι φρόνιμος ἔσται καὶ φυλάξασθαι προμηθής· ἐξ ὧν γὰρ αὐτὸς εἴσεται, τί δεῖ ποιεῖν, ἐκ τούτων ἑτέρου ποιοῦντος γνώσεται, τί χρὴ μὴ παθεῖν· αἱ γὰρ ἴδιαι πρὸς τὸ λυπεῖν ἐμπειρίαι καὶ τὰς τῶν πέλας ἐπινοίας τεκμαίρονται. θ. Περὶ ἀπορρήτων
10.22 Προάγειν δʼ εἰ δέοι νύκτωρ ἢ μεθʼ ἡμέραν ἐπί τι τῶν ἀπορρήτων, ἢ φρούριον ἢ πόλιν ἢ ἄκρα ἢ παρόδους καταληψόμενον ἤ τι τῶν ἄλλων δράσοντα, ἃ διὰ τάχους λαθόντα τοὺς πολεμίους, ἄλλως δʼ οὐκ ἔστι πρᾶξαι, μηδενὶ προλεγέτω, μήτʼ ἐπὶ τί μήτε τί ποιήσων ἄγει τὴν στρατιάν, εἰ μή τισι τῶν ἡγεμόνων ἀναγκαῖον εἶναι νομίζοι προειπεῖν.
10.23 γενόμενος δʼ ἐπʼ αὐτῶν τῶν τόπων ἐγγὺς ὄντος τοῦ παρʼ ὃν δρᾶσαί τι δεῖ καιροῦ διδότω τὸ παράγγελμα καὶ τί δεῖ πράττειν σημαινέτω· ταχὺ δὲ τοῦτο ἔστω καὶ δἰ ὀλίγης ὥρας· ἅμα γὰρ οἱ ἡγεμόνες ἀκούουσι καὶ οἱ ὑποτεταγμένοι τούτοις ἴσασιν.
10.24 ἄφρων δὲ καὶ ἀτελής, ὅστις ἂν πρὸ τοῦ δέοντος εἰς τὸ πλῆθος ἀνακοινώσηται τὴν πρᾶξιν· οἱ γὰρ πονηροὶ μάλιστα περὶ τοὺς τοιούτους αὐτομολοῦσι καιρούς, παρʼ οὓς ἐροῦντές τι καὶ μηνύσοντες οἴονται τιμῆς καὶ δωρεᾶς τεύξεσθαι παρὰ τῶν πολεμίων· οὐκ ἔστιν δʼ ἀφʼ οὗ στρατεύματος οὐκ ἀποδιδράσκουσι πρὸς ἀλλήλους δοῦλοί τε καὶ ἐλεύθεροι κατὰ πολλὰς προφάσεις, ἃς ἀνάγκη παρέχεσθαι πόλεμον. ι. Περὶ τῆς πρὸ μάχης ἐπισκέψεως τῶν ἱερῶν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme