Thesauros Literature military Στρατηγικός

Στρατηγικός

Στρατηγικός Onasander
10.25 Μήτε δὲ εἰς πορείαν ἐξαγέτω τὸ στράτευμα μήτε πρὸς μάχην ταττέτω, μὴ πρότερον θυσάμενος· ἀλλʼ ἀκολουθούντων αὐτῷ θύται καὶ μάντεις. ἄριστον μὲν γὰρ καὶ αὐτὸν ἐμπείρως ἐπισκέπτεσθαι δύνασθαι τὰ ἱερά· ῥᾷστόν γε μὴν ἐν τάχει μαθεῖν ἐστιν καὶ αὐτὸν αὑτῷ σύμβουλον ἀγαθὸν γενέσθαι.
10.26 γενομένων δὴ καλῶν τῶν ἱερῶν ἀρχέσθω πάσης πράξεως καὶ καλείτω τοὺς ἡγεμόνας πάντας ἐπὶ τὴν ὄψιν τῶν ἱερῶν, ἴνα θεασάμενοι τοῖς ὑποταττομένοις θαρρεῖν λέγοιεν ἀπαγγέλλοντες, ὡς οἱ θεοὶ κελεύουσι μάχεσθαι· πάνυ γὰρ ἀναθαρροῦσιν αἱ δυνάμεις, ὅτʼ ἂν μετὰ τῆς τῶν θεῶν γνώμης ἐξιέναι νομίζωσιν ἐπὶ τοὺς κινδύνους· αὐτοὶ γὰρ ὀπιπεύονται κατʼ ἰδίαν ἕκαστος καὶ σημεῖα καὶ φωνὰς παρατηροῦσιν, ἡ δʼ ὑπὲρ πάντων καλλιέρησις καὶ τοὺς ἰδίᾳ δυσθυμοῦντας ἀνέρρωσεν.
10.27 ἐὰν δʼ ἐπὶ τοὐναντίον τὰ ἱερὰ γένηται, μένειν ἐπὶ τῶν αὐτῶν, κἂν σφόδρα τι ἐπείγῃ, πᾶν ὑπομένειν τὸ δύσχρηστον —οὐθὲν γὰρ δύναται παθεῖν χεῖρον, ὧν προμηνύει τὸ δαιμόνιον—, ὡς, ἄν γέ τι κρεῖττον ἔσεσθαι μέλλῃ τῶν παρόντων, ἀνάγκη καλλιερεῖν, θύεσθαι δὲ τῆς αὐτῆς ἡμέρας πολλάκις· ὥρα γὰρ μία καὶ ἀκαρὴς χρόνος ἢ φθάσαντας ἐλύπησεν ἢ ὑστερήσαντας.
10.28 καί μοι δοκεῖ τὰς κατʼ οὐρανὸν ἀστέρων κινήσεις καὶ ἀνατολὰς καὶ δύσεις καὶ σχημάτων ἐγκλίσεις τριγώνων καὶ τετραγώνων καὶ διαμέτρων ἡ θυτικὴ διὰ σπλάγχνων ἀλλοιομόρφῳ θεωρίᾳ προσημαίνειν, ὧν αἱ παρὰ μικρὸν διαφοραὶ καὶ δυνάμεις καὶ ἀποθειώσεις ἐν ἡμέρᾳ μιᾷ μᾶλλον δὲ ὥρᾳ καὶ βασιλεῖς ἐποίησαν καὶ αἰχμαλώτους.
11.1 α. Περὶ τοῦ ὅτι δεῖ τῶν πολεμίων σχηματιζομένων φεύγειν μὴ ἁπλῶς καὶ ὡς ἔτυχεν ἔχεσθαι τῆς διώξεως Ἐπειδὴ δὲ πολλάκις θυομένοις ὡς μὲν εἰς μάχην καλὰ γίγνεται τὰ ἱερά, διὰ δὲ μάχης ὅλον ἐνίοτε στρατευμάτων ὄλεθρον προσημαίνει, τῶν ἀναγκαιοτάτων ἡγοῦμαι περὶ τούτου φράσαι.
11.2 τῆς γὰρ συμπάσης οἰκουμένης πολλὰς καὶ παντοίας εἶναι συμβέβηκεν ἰδέας τόπων, ἄδηλον δέ, ἐν ὁποίοις ἕκαστοι πολεμήσουσιν· καὶ τῆς μὲν σφῶν αὐτῶν ἐμπειρίαν ἔχουσι χώρας ἄνθρωποι,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme