Thesauros Literature military Στρατηγικός

Στρατηγικός

Στρατηγικός Onasander
13.3 διὸ χρὴ πλέον τῷ σχήματι τοῦ προσώπου στρατηγεῖν τὴν τοῦ πλήθους εὐθυμίαν ἢ τοῖς λόγοις παρηγορεῖν· λόγοις μὲν γὰρ πολλοὶ καὶ ἠπίστησαν ὡς τοῦ καιροῦ πεπλασμένοις εἵνεκεν, ὄψιν δὲ θαρσοῦσαν ἀνυπόκριτον εἶναι νομίζοντες ἐπιστώσαντο τὴν ἀφοβίαν· ἀγαθὴ δὲ ἡ ἐξ ἀμφοῖν ἐπιστήμη τοῦ τε εἰπεῖν, ἃ δεῖ, καὶ ὀφθῆναι, ὁποῖον δεῖ.
14.1 α. Πότε δεῖ φόβον ἐμβάλλειν τῷ στρατεύματι τῷ ἰδίῳ τὸν ἀπὸ τῶν ἐναντίων Καθάπερ γε μὴν ἐν καιρῷ στρατεύματος ἀναθάρσησις ὤνησεν, οὕτως καὶ φόβος ὠφέλησεν. ὅτʼ ἂν γὰρ ῥᾳθυμῇ στρατόπεδον καὶ ἀπειθέστερον ᾖ τοῖς ἡγουμένοις, τὸν ἀπὸ τῶν πολεμίων ὑποσημαίνειν δεῖ κίνδυνον, οὐχ ἥκιστα φοβεροποιοῦντα τὴν ἐκείνων ἐφεδρείαν· οὐ γὰρ δειλοὺς ἔσται ποιεῖν οὕτως, ἀλλὰ ἀσφαλεῖς· ἐν μὲν γὰρ ταῖς δυσθυμίαις θαρρεῖν ἀναγκαῖον, ἐν δὲ ταῖς ῥᾳθυμίαις φοβεῖσθαι· τοὺς μὲν γὰρ δειλοὺς ἀνδρείους ποιεῖ, τοὺς δὲ θρασεῖς προμηθεῖς.
14.2 ἀμφότερα δὲ συμβαίνει στρατοπέδοις, καὶ οὕτως καταπεπλῆχθαι πολεμίους ὥστε μηδὲν ἐθέλειν τολμᾶν, καὶ οὕτως καταφρονεῖν ὥστε μηδὲν φυλάττεσθαι· πρὸς ἑκάτερον δὲ δεῖ τὸν στρατηγὸν ἡρμόσθαι καὶ εἰδέναι, πότε δεῖ τἀντίπαλα ταπεινὰ καὶ λόγῳ καὶ σχήματι ποιεῖν, καὶ πότʼ αὐτὰ δεινὰ καὶ φοβερώτερα. β. Περὶ τὸ θαρρύνειν τὸ δεδιὸς στράτευμα
14.3 Μελλούσης δὲ μάχης, ὅτε ἄδηλον ἔχοντα τὰ στρατεύματα τὴν κρίσιν τοῦ πολέμου διατετάρακται τῷ φόβῳ, δυνηθείς πῃ λαβεῖν αἰχμαλώτους ὁ στρατηγὸς ἢ ἀπὸ ἐνέδρας ἢ διακροβολισάμενος ἢ καὶ ἀποστατοῦντας τῆς ἰδίας παρεμβολῆς, εἰ μέν τινας γενναίους τοῖς φρονήμασι καὶ τοῖς σώμασι καταμάθοι, τούτους ἢ ἀποκτεινάτω παραχρῆμα λαβὼν ἢ δήσας παραδότω τοῖς ἐπὶ ταῦτα τεταγμένοις φυλάττειν κελεύσας, ὅπως μὴ πολλοὶ θεάσωνται τοὺς ἄνδρας, εἰ δὲ ἀσθενεῖς καὶ ἀγεννεῖς καὶ μικροψύχους, ἔτι καὶ προαπειλήσας σφίσιν ἐπὶ τῆς ἰδίας σκηνῆς καὶ προδουλώσας σφῶν τῷ φόβῳ τὰς ψυχὰς εἰς τὰ πλήθη προαγέτω δακρύοντας καὶ δεομένους, ἅμα λέγων καὶ ἐνδεικνύμενος τοῖς στρατιώταις, ὡς ἀγεννεῖς καὶ ταπεινοὶ καὶ οὐδενὸς ἄξιοι, καὶ ὡς πρὸς τοιούτους ἐστὶν ἄνδρας αὐτοῖς ἡ μάχη δεδιότας οὕτως τὸν θάνατον, ἁπτομένους γονάτων καὶ προκυλιομένους τῶν ἑκάστου ποδῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme