14.4
ἐπαναθαρρεῖ γὰρ ἐπὶ τούτοις ὁ στρατὸς ἤδη προκατανενοηκὼς τῶν πολεμίων ὄψεις τε καὶ πάθη ψυχῆς· ἀεὶ γάρ, ὃ μηδέπω τις ἑώρακεν, ἐλπίζει μεῖζον γενήσεσθαι τῆς ἀληθείας, ἔτι καὶ τῷ τοῦ μέλλοντος φόβῳ τὴν ἐλπίδα μετρεῖ πρὸς τὸ χαλεπώτερον.
Ὅτι διαφοραὶ πολλαὶ τῶν τάξεων
15.1
Τάξις δʼ οὐ μία πολέμου, πολλαὶ δὲ καὶ διάφοροι καὶ παρὰ τοὺς ὁπλισμοὺς καὶ παρὰ τοὺς στρατευομένους καὶ παρὰ τοὺς τόπους καὶ παρὰ τοὺς ἀντιπολέμους, ὧν τὰς διαφορὰς ὁ στρατηγὸς ἐπʼ αὐτῶν εἴσεται τῶν καιρῶν· ἃ δʼ ἂν οὐχ ἥκιστα πολλαῖς ἁρμόζοι παρατάξεσι δίχα τῶν ἐπʼ αὐτῶν τῶν πραγμάτων ἀνάγκην ἐχουσῶν νοεῖσθαι, ταῦθʼ ὡς ἐν κεφαλαίῳ δίειμι.
Ὅτι πρὸς τὸ ἀντιπόλεμον καὶ τὸ ἴδιον συντάξει
16.1
Ἱππεῖς μὲν δὴ στρατηγὸς οὐχ οὕτως, ὡς βούλεται, μᾶλλον δʼ ὡς ἀναγκάζεται, τάξει· πρὸς γὰρ τὸ ἀντιπόλεμον ἱππικὸν καὶ τὸ ἴδιον στήσει. ταττέτω δʼ ὡς τὰ πολλὰ κατὰ τὰς ἐκ παρατάξεως μάχας ἐπὶ κέρως, ἵνα καὶ κατὰ πρόσωπον καὶ ἐκ πλαγίων προσβάλλοντες καὶ τόπῳ μείζονι χρώμενοι, μεθʼ οὓς οὐκ ἔτʼ ἄλλοι τεταγμένοι τυγχάνουσιν, ἔχωσιν ἀποχρῆσθαι τῇ τῆς ἱππικῆς ἐπιστήμῃ.
17.1
Ὅτι τοὺς ψιλοὺς ἀκοντιστὰς καὶ τοξότας καὶ σφενδονιστὰς πρώτους στήσει τῆς φάλαγγος Ψιλοὺς δέ, ἀκοντιστὰς καὶ τοξότας καὶ σφενδονήτας, πρώτους πρὸ τῆς φάλαγγος τάξει· κατόπιν μὲν γὰρ ὄντες πλείονα κακὰ διαθήσουσι τοὺς ἰδίους ἢ τοὺς πολεμίους, ἐν μέσοις δʼ αὐτοῖς ἄπρακτον ἕξουσι τὴν ἰδίαν ἐμπειρίαν, οὔθʼ ὑποχωρεῖν ἀνὰ πόδα δυνάμενοι κατὰ τὴν ἀνάτασιν τῶν ἀκοντίων, οὔτʼ ἐξ ἐπιδρομῆς βαλεῖν προηγουμένων ἄλλων καὶ παρὰ ποσὶν ὄντων, οὐδὲ μὴν οἱ σφενδονῆται κυκλόσε τὸν δῖνον ἀποτελεῖν τῆς σφενδόνης παρὰ πλευρὰν ἑστώτων φιλίων ὁπλιτῶν καὶ πρὸς τὸν ῥόμβον ἀντιπταιόντων, οἵ τε τοξόται προϊόντες μὲν τῶν ἄλλων εἰς αὐτὰ τὰ σώματα καὶ κατὰ σκοπὸν ἐκτοξεύουσι τὰ βέλη, μετὰ δὲ τοὺς λόχους ἢ ἐν αὐτοῖς μέσοις ὄντες εἰς ὕψος τοξεύουσιν, ὥστε πρὸς μὲν τὴν ἄνω φορὰν τόνον ἔχειν τὸ βέλος, αὖθις δέ, κἂν κατὰ κεφαλῆς πίπτῃ τῶν πολεμίων, ἐκλελύσθαι καὶ μὴ πάνυ τι λυπεῖν τοὺς ἐχθρούς.