Thesauros Literature military Στρατηγικός

Στρατηγικός

Στρατηγικός Onasander
18.1 Περὶ τοῦ ἐν τοῖς τραχέσι τόποις τάττειν τοὺς ψιλούς Εἰ δὲ συμβαίνοι γίγνεσθαι τὴν μάχην ἐν χωρίοις τινὰς μὲν χθαμαλούς τινας δὲ βουνοειδεῖς ἔχουσι τόπους, τότε δὴ μάλιστα τοὺς ψιλοὺς ἐν τοῖς τραχέσιν ταττέτω, καὶ δή, κἂν αὐτὸς τὰ πεδινὰ κατειλημμένος ᾖ, τῶν δὲ πολεμίων μέρη τινὰ τῆς φάλαγγος ὀχθώδεις διακατέχῃ τόπους, κατὰ τούτους ἐπαγέτω τοὺς ψιλούς· ῥᾷόν τε γὰρ βαλόντες ὑποχωροῦσιν ἀπὸ τῶν τραχέων, ῥᾷστά τε τοῖς ἀνάντεσιν ἐπαναθέουσιν, ἂν ἐλαφροὶ τυγχάνωσιν.
19.1 Περὶ τοῦ χωρία ἔχειν τὰς παρατάξεις δἰ ὧν ὀφειλοῦσιν οἱ ψιλοὶ ἐντὸς τῶν κοντῶν εἰσερχόμενοι ὑποστέλλεσθαι Ἔστω δὲ διαστήματα κατὰ τὰς τάξεις, ἵν̓, ἐπειδὰν ἐκκενώσωσιν ἔτι προαγόντων τῶν πολεμίων τὰ βέλη, πρὶν εἰς χεῖρας ἐλθεῖν τὰς φάλαγγας ἐπιστρέψαντες ἐν κόσμῳ διεξίωσιν μέσην τὴν φάλαγγα καὶ ἀταράχως ἐπὶ τὴν οὐραγίαν ἀποκομισθῶσιν· οὔτε γὰρ κυκλεύειν αὐτοὺς ἅπαν τὸ στράτευμα καὶ κάμπτειν κατὰ κέρας ἀσφαλές ἐστι—τάχα γάρ που φθάσουσιν αὐτοὺς ἐν τούτῳ συμμίξαντες οἱ πολέμιοι καὶ μέσους ἀπολαβόντες—, οὔτε διὰ τῶν πεπυκνωμένων βιάζεσθαι, καὶ εἰς τὰ ὅπλα ἐμπίπτοντας τάραχον ἐμποιεῖν ταῖς τάξεσιν ἄλλου πρὸς ἄλλον ἐνσείοντος.
19.2 αἱ δὲ κατὰ κέρας ἔφοδοι τῶν ψιλῶν πλείονα λυμαίνονται τοὺς πολεμίους, ἐκ πλαγίων ἀκοντιζόντων καὶ εἰς τὰ γυμνὰ παραβιαζομένων παίειν.
19.3 ἡ δὲ τῆς σφενδόνης ἄμυνα χαλεπωτάτη τῶν ἐν τοῖς ψιλοῖς ἐστιν· ὅ τε γὰρ μόλιβδος ὁμόχρους ὢν τῷ ἀέρι λανθάνει φερόμενος, ὥστʼ ἀπροοράτως ἀφυλάκτοις τοῖς τῶν πολεμίων ἐμπίπτειν σώμασιν, αὐτῆς τε τῆς ἐμπτώσεως σφοδρᾶς οὔσης καὶ ὑπὸ τοῦ ῥοίζου τριβόμενον τῷ ἀέρι τὸ βέλος ἐκπυρωθὲν ὡς βαθυτάτω δύεται τῆς σαρκός, ὥστε μηδʼ ὁρᾶσθαι, ταχὺ δὲ καὶ τὸν ὄγκον ἐπιμύειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme