Thesauros Literature military Στρατηγικός

Στρατηγικός

Στρατηγικός Onasander
24.1 Περὶ τοῦ οἰκείους πρὸς οἰκείους καὶ γνωρίμους πρὸς γνωρίμους τάττειν Φρονίμου δὲ στρατηγοῦ καὶ τὸ τάττειν ἀδελφοὺς παρʼ ἀδελφοῖς, φίλους παρὰ φίλοις, ἐραστὰς παρὰ παιδικοῖς· ὅταν γὰρ ᾖ τὸ κινδυνεῦον τὸ πλησίον προσφιλέστερον, ἀνάγκη τὸν ἀγαπῶντα φιλοκινδυνότερον ὑπὲρ τοῦ πέλας ἀγωνίζεσθαι· καὶ δή τις αἰδούμενος μὴ ἀποδοῦναι χάριν ὧν εὖ πέπονθεν αἰσχύνεται καταλιπὼν τὸν εὐεργετήσαντα πρῶτος αὐτὸς ἄρξαι φυγῆς.
25.1 Περὶ τοῦ μὴ δἰ ἑαυτοῦ διδόναι τὸν στρατηγὸν τὰ σημεῖα εἴτε τῆς συμβολῆς εἴτε ἄλλης τινὸς πράξεως, ἀλλὰ διὰ τῶν ἡγεμόνων Πᾶν δὲ παράγγελμα καὶ σύνθημα καὶ παρασύνθημα διδότω διὰ τῶν ἡγεμόνων· ἐπιόντα γὰρ κηρύττειν ἅπασιν ἰδιώτου καὶ ἀπείρου κομιδῇ καθέστηκεν, καὶ χρόνος ἐν τῷ παραγγέλλειν ἀναλίσκεται, καὶ θόρυβος ὁμοῦ πάντων ἀλλήλους ἐρωτώντων· εἶθʼ ὁ μὲν προσέθηκέ τι πλεῖον ὧν ὁ στρατηγὸς εἶπεν, ὁ δʼ ἀφείλετο τοῦ ῥηθέντος παρὰ τὴν ἄγνοιαν.
25.2 δεῖ δὲ τοῖς πρώτοις ἡγεμόσιν εἰπεῖν, ἐκείνους δὲ ἀπαγγεῖλαι τοῖς μετʼ αὐτούς, εἶτα τούτους τοῖς κατόπιν, εἶθʼ ἑξῆς ἄχρι τῶν τελευταίων, τοὺς πρώτους τοῖς ὑπὸ πόδα σημαίνοντας· οὕτως γὰρ ἐν τάχει καὶ μετὰ κόσμου καὶ μεθʼ ἡσυχίας εἴσονται, παραπλησίου τοῦ παραγγέλματος τοῖς φρυκτωροῦσι γιγνομένου·
25.3 καὶ γὰρ ἐκείνων, ὅταν ὁ πρῶτος ἄρῃ τὸν φρυκτόν, ὁ δεύτερος τῷ μετʼ αὐτὸν ἐπύρσευσεν, εἶθ̓ ὁ τρίτος τῷ τετάρτῳ, καὶ τέταρτος πέμπτῳ, καὶ πέμπτος ἕκτῳ καὶ καθʼ ἕνα πάντες ἀλλήλοις, ὥστʼ ἐν ὀξεῖ διὰ μήκους σταδίων τὸ σημανθὲν ὑπὸ τοῦ πρώτου πάντας ἐπιγνῶναι.
26.1 Περὶ τοῦ μὴ μόνον συνθήματα, ἀλλὰ καὶ παρασυνθήματα διδόναι Τὸ δὲ παρασύνθημα μὴ διὰ φωνῆς λεγέσθω, ἀλλὰ διὰ σώματος γινέσθω, ἢ νεύματι χειρὸς ἢ ὅπλων συγκρούσει ἢ ἐγκλίσει δορατίου ἢ παραφορᾷ ξίφους, ἵνα μὴ μόνον γενομένης ποτὲ ταραχῆς πιστεύσωσι τῷ λεγομένῳ συνθήματι—τοῦτο γὰρ δύνανται καὶ πολέμιοι καταλαβέσθαι πολλάκις ἀκούοντες—ἀλλὰ καὶ τῷ παρασυνθήματι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme