Thesauros Literature military Στρατηγικός

Στρατηγικός

Στρατηγικός Onasander
26.2 χρησιμώτατον δέ που τοῦτο καὶ πρὸς τὰς ἑτερογλώσσους συμμαχίας τῶν ἐθνῶν· οὔτε γὰρ λέγειν οὔτε ξυνιέναι δυνάμενοι φωνῆς ἀλλοτρίας αὐτῷ τῷ παρασυνθήματι κρίνουσι τό τε φίλιον καὶ τὸ πολέμιον. διδόσθω δὲ ταῦτα, κἂν μὴ μάχεσθαι μέλλωσιν, ἐν ταῖς παρεμβολαῖς πρὸς τὰς ἀδήλους ταραχάς.
27.1 Περὶ τοῦ μὴ λύειν τὰς τάξεις μήτε ἐν ταῖς διατάξεσι μήτε ἐν ταῖς ὑποχωρήσεσι Παραγγελλέτω δὲ καὶ τὰς ὑποχωρήσεις ἐν τάξει ποιεῖσθαι καὶ τὰς διώξεις, ἵνα ἧττόν τε σφαλλόμενοι βλάπτωνται μὴ κατʼ ἄνδρα σποράδες ἐν ταῖς φυγαῖς ὑποπίπτοντες τοῖς πολεμίοις, πλέονά τε κατορθοῦντες βλάπτωσι κατὰ τάξεις καὶ λόχους ἰσχυρότεροι τοῖς φεύγουσιν ἐπιφαινόμενοι, πρὸς δὲ καὶ ἀσφαλέστεροι· πολλάκις γὰρ ἀτάκτως ἐπιφερομένους οἱ πολέμιοι θεασάμενοι συμφρονήσαντες αὖθις ἐκ μεταβολῆς αὐτῶν καταστάντες εἰς τάξιν παλίντροπον ἐποιήσαντο τὴν δίωξιν· ὅλως δὲ μηδέν σφισιν ἄμεινον εἶναι λεγέτω τοῦ μένειν ἐν τάξει μηδʼ ἐπισφαλέστερον τοῦ λύειν.
28.1 Περὶ τοῦ δἰ ἐπιμελείας ἔχειν τὸν στρατηγὸν λαμπρὸν ἐκτάττειν τὸ στράτευμα Μεμελημένον δʼ ἔστω τῷ στρατηγῷ λαμπρὸν ἐκτάττειν τὸ στράτευμα τοῖς ὅπλοις, ῥᾳδία δʼ ἡ φροντὶς αὕτη παρακαλέσαντι τὰ ξίφη θήγειν καὶ τὰς κόρυθας καὶ τοὺς θώρακας σμήχειν· δεινότεροι γὰρ οἱ ἐπιόντες φαίνονται λόχοι τοῖς τῶν ὅπλων αἰθύγμασι, καὶ πολλὰ τὰ δἰ ὄψεως δείματα προεμπίπτοντα ταῖς ψυχαῖς ταράττει τὸ ἀντιπόλεμον.

Περὶ τοῦ ἐν τῷ καιρῷ τῆς συμβολῆς ἀλαλάζειν

29.1 Ἐπαγέτω δὲ τὸ στράτευμα καὶ σὺν ἀλαλαγμῷ, ποτὲ δὲ καὶ σὺν δρόμῳ· καὶ γὰρ ὄψις καὶ βοὴ καὶ πάταγος ὅπλων ἐξίστησι τὰς τῶν ἐναντίων διανοίας.
29.2 ἀνατεινόντων δὲ κατὰ τὰς ἐφόδους ἀθρόοι, πρὶν εἰς χεῖρας ἐλθεῖν, ὑπὲρ τὰς κεφαλὰς μετέωρα τὰ ξίφη πρὸς τὸν ἥλιον θαμὰ παρεγκλίνοντες· ἐσμηγμέναι γὰρ αἰχμαὶ καὶ λαμπρὰ ξίφη καὶ ἐπάλληλα παραμαρμαίροντα πρὸς ἀνταύγειαν ἡλίου δεινὴν ἀστραπὴν πολέμου προεκπέμπει· καὶ ταυτὶ μὲν εἰ γίγνοιτο καὶ παρὰ τοῖς πολεμίοις, ἀντικαταπλήττειν ἀναγκαῖον, εἰ δὲ μή, προεκπλήττειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme