1.1
Φημὶ τοίνυν αἱρεῖσθαι τὸν στρατηγὸν οὐ κατὰ γένη κρίνοντας, ὥσπερ τοὺς ἱερέας, οὐδὲ κατ̓ οὐσίας, ὡς τοὺς γυμνασιάρχους, ἀλλὰ σώφρονα, ἐγκρατῆ, νήπτην, λιτόν, διάπονον, νοερόν, ἀφιλάργυρον, μήτε νέον μήτε πρεσβύτερον, ἂν τύχῃ καὶ πατέρα παίδων, ἱκανὸν λέγειν, ἔνδοξον.
1.2
α σώφρονα μέν, ἵνα μὴ ταῖς φυσικαῖς ἀνθελκόμενος ἡδοναῖς ἀπολείπῃ τὴν ὑπὲρ τῶν μεγίστων φροντίδα.
1.3
β. ἐγκρατῆ δέ, ἐπειδὴ τηλικαύτης ἀρχῆς μέλλει τυγχάνειν· αἱ γὰρ ἀκρατεῖς ὁρμαὶ προσλαβοῦσαι τὴν τοῦ δύνασθαί τι ποιεῖν ἐξουσίαν ἀκατάσχετοι γίγνονται πρὸς τὰς ἐπιθυμίας.
1.4
γ νήπτην δ̓, ὅπως ἐπαγρυπνῇ ταῖς μεγίσταις πράξεσιν· ἐν νυκτὶ γὰρ ὡς τὰ πολλὰ ψυχῆς ἠρεμούσης στρατηγοῦ γνώμη τελειοῦται.
1.5
δ λιτὸν δέ, ἐπειδὴ κατασκελετεύουσιν αἱ πολυτελεῖς θεραπεῖαι δαπανῶσαι χρόνον ἄπρακτον εἰς τὴν τῶν ἡγουμένων τρυφήν.
1.6
ε διάπονον δ̓, ἵνα μὴ πρῶτος τῶν στρατευομένων, ἀλλʼ ὕστατος κάμνῃ.
1.7
ς νοερὸν δέ· ὀξὺν γὰρ εἶναι δεῖ τὸν στρατηγὸν ἐπὶ πᾶν ᾄττοντα δἰ ὠκύτητος ψυχῆς κατὰ τὸν Ὅμηρον ὡσεὶ πτερὸν ἠὲ νόημα· πολλάκις γὰρ ἀπρόληπτοι ταραχαὶ προσπεσοῦσαι σχεδιάζειν ἀναγκάζουσι τὸ συμφέρον.
1.8
ζ ἀφιλάργυρον δέ· ἡ γὰρ ἀφιλαργυρία δοκιμασθήσεται καὶ πρώτη· τοῦ γὰρ ἀδωροδοκήτως καὶ μεγαλοφρόνως προΐστασθαι τῶν πραγμάτων αὕτη παραιτία· πολλοὶ γάρ, κἂν διὰ τὴν ἀνδρίαν ἀσπίσι πολλαῖς καὶ δόρασιν ἀντιβλέψωσιν, περὶ τὸν χρυσὸν ἀμαυροῦνται· δεινὸν γὰρ πολεμίοις ὅπλον τοῦτο καὶ δραστήριον εἰς τὸ νικᾶν.
1.9
η οὔτε δὲ νέον οὔτε πρεσβύτερον, ἐπειδὴ ὁ μὲν ἄπιστος, ὁ δʼ ἀσθενής· οὐδέτερος γὰρ ἀσφαλής, ὁ μὲν νέος, ἵνα μή τι διὰ τὴν ἀλόγιστον πταίσῃ τόλμαν, ὁ δὲ πρεσβύτερος, ἵνα μή τι διὰ τὴν φυσικὴν ἀσθένειαν ἐλλείπῃ.
1.10
κρατίστη δʼ αἵρεσις ἡ τοῦ μέσου· καὶ γὰρ τὸ δυνατὸν ἐν τῷ μηδέπως γεγηρακότι καὶ τὸ φρόνιμον ἐν τῷ μὴ πάνυ νεάζοντι, ὡς οἵτινές γε ἢ σώματος ῥώμην ἄνευ ψυχῆς ἔμφρονος ἐδοκίμασαν ἢ ψυχὴν φρόνιμον ἄνευ σωματικῆς ἕξεως, οὐδὲν ἐπέραναν· ἡ γὰρ ὑστερήσασα φρόνησις οὐδὲν ἐνόησε κρεῖττον, ἡ δʼ ἐλλείπουσα δύναμις οὐδὲν ἐτελείωσεν.