29.3
Ἐνίοτε δέ ποτε χρήσιμον ἐν καιρῷ μὴ φθάνειν ἐκτάττοντα τὴν δύναμιν, ἀλλὰ τέως ἐντὸς τοῦ χάρακος κατέχειν, ἄχρι ἂν κατοπτεύσῃ τὴν τῶν πολεμίων παράταξιν, ὁποία τίς ἐστι καὶ ὡς τέτακται καὶ ἐφʼ οἵων ἵσταται χωρίων.
30.1
Ὅτι δεῖ τὸν στρατηγὸν πρὸ τοῦ πολέμου συλλογίζεσθαι, τίς ὀφειλεῖ ὑπαντῆσαι κατὰ τὴν συμβολὴν τῷ δεῖνι καὶ τίς τῷ ἄλλῳ καὶ οὕτως καθεξῆς ἐξετάζειν τοὺς ἰδίους ἄρχοντας πρὸς τοὺς τῶν ἐναντίων Εἶτά που τότε συλλογισάμενον, τίνας τίσιν ἀντιτάττειν χρὴ καὶ τίνα τρόπον, ὥσπερ ἀγαθὸν ἰατρὸν προκατανοήσαντα νόσον σώματος ἀντεπάγειν τὰ ἀλεξήματα καὶ τὴν δύναμιν ἐκτάττειν, ὡς ἂν ἄριστʼ αὐτῷ δόξαι συμφέρειν· ἀναγκάζονται γὰρ οἱ στρατηγοὶ πολλάκις καὶ πρὸς τοὺς ὁπλισμοὺς τῶν ἐναντίων καὶ πρὸς τὰ ἔθνη καὶ πρὸς τὰ ἤθη τὰ ἴδια στρατεύματα κοσμεῖν καὶ παρατάττειν.
31.1
Περὶ τοῦ, ἐὰν οἱ ἐναντίοι προτερεύωσι τῷ ἱππικῷ, ἐκλέγεσθαι στενοὺς τόπους Ἱπποκρατούντων δὲ τῶν πολεμίων, ἐὰν ᾖ δυνατόν, ἐπιλεγέσθω χωρία τραχέα καὶ στενὰ καὶ παρʼ ὄρη, ἃ ἥκιστα ἱππάσιμα, ἢ φυγομαχείτω κατὰ δύναμιν, ἕως ἂν ἐπιτηδείους εὕρῃ τόπους καὶ τοῖς οἰκείοις ἁρμόζοντας πράγμασιν.
31.2
ἀπολελείφθων δέ τινες καὶ ἐπὶ τοῦ χάρακος οἱ παραφυλάττοντες τὴν παρεμβολὴν στρατιῶται καὶ πρὸς τὴν τῆς ἀποσκευῆς φυλακήν, ἵνα μὴ κατανοήσας ὁ στρατηγὸς τῶν πολεμίων ἔρημον ὄντα πέμψῃ τοὺς ἁρπασομένους τὰ ἐν αὐτῷ καὶ καταληψομένους τὸ χωρίον.
32.1
Περὶ τοῦ μηδὲν παρακεκινδυνευμένον ποιεῖν τὸν στρατηγόν Τοὺς μὲν γὰρ ἢ τὰ ἴδια καθαιροῦντας ἐρύματα στρατηγοὺς ἢ ποταμοὺς διαβαίνοντας ἢ κρημνοὺς καὶ βάραθρα κατόπιν ποιουμένους τῶν φιλίων, ἵνʼ ἢ μένοντες νικῶσιν ἢ βουληθέντες φεύγειν ἀπόλωνται, οὔτε πάμπαν ἐπαινεῖν οὔτε ψέγειν ἔχω· πᾶν γὰρ τὸ παρακεκινδυνευμένον μᾶλλον τόλμης ἐστὶν ἢ γνώμης καὶ τῇ τύχῃ κεκοινώνηκε πλεῖον ἢ τῇ κρίσει.
32.2
ὅπου γὰρ ἢ νικῶντα δεῖ κρατεῖν ἢ ἡττηθέντα τοῖς ὅλοις ἐσφάλθαι, πῶς ἐνταῦθʼ ἄν τις ἢ φρονήσει τὸ νικᾶν ἢ προαιρέσει τὸ ἡττᾶσθαι μαρτυρήσειεν;