Thesauros Literature military Στρατηγικός

Στρατηγικός

Στρατηγικός Onasander
32.3 ἐγὼ δὲ στρατιώταις μὲν ἐκ στρατεύματος φιλοτόλμως κινδυνεύειν ἐπιτρεπτέον εἶναι νομίζω— καὶ γὰρ δρῶντές τι μεῖζον ὤνησαν καὶ παθόντες οὐθὲν τοσοῦτον ἐλύπησαν—, στρατεύματι δὲ παντὶ τὴν ἄδηλον ἐκκυβεύειν τύχην οὐ δοκιμάζω.
32.4 μάλιστα δʼ ἁμαρτάνειν οὗτοί μοι δοκοῦσιν, οἵ τινες ἐν μὲν τῷ νικᾶν ὀλίγα λυπήσειν μέλλοντες τοὺς πολεμίους, ἐν δὲ τῷ ἡττᾶσθαι μεγάλα βλάψειν τοὺς φίλους ἀποχρῶνται τοιούτοις στρατηγήμασιν.
32.5 Εἰ δὲ πρόδηλος μέν σφισιν ὁ ὄλεθρος εἴη, κἂν μὴ παραβόλοις ἐγχειρήσωσι στρατηγίαις, πρόδηλος δὲ καὶ ἡ τῶν πολεμίων ἡττηθέντων ἀπώλεια, τότʼ οὐκ ἄν μοι δόξειεν ἁμαρτάνειν ἀποφράττων τὰς φυγὰς τῶν φιλίων· ἄμεινον γὰρ ἐν τῷ τολμᾶν ἐπʼ ἀδήλῳ τῷ τάχα μηδὲ πείσεσθαί τι δεινὸν ἅμα καὶ δρᾶσαι ζητεῖν, ἢ ἐπὶ προδήλῳ τῷ μηδὲν δρῶντας ἀπολέσθαι πάντας ἀτόλμως ἡσυχάζειν.
32.6 ὑποδεικνύτω μέντοι μὴ μόνον ἐν τοῖς τοιούτοις χωρίοις, ὅπου κατʼ ἀλήθειαν οὐκ ἔστι σωτηρία τοῖς φεύγουσιν, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ καὶ πάσῃ μάχῃ διδασκέτω διὰ πλειόνων, ὅτι τοῖς μὲν φεύγουσι πρόδηλος ὁ ὄλεθρος, ὡς ἂν ἤδη μετ̓ ἐξουσίας ἐπικειμένων τῶν πολεμίων μηδενὸς ἔτι δυναμένου διακωλύειν τοὺς διώκοντας πᾶν ὃ βούλονται διαθεῖναι τοὺς φεύγοντας, τοῖς δὲ μένουσιν ἄδηλος ὁ θάνατος ἀμυνομένοις.
32.7 οἵ τινες γὰρ πεπεισμένοι τυγχάνουσιν ἐν ταῖς παρατάξεσιν, ὡς φεύγοντες μὲν αἰσχρῶς ἀπολοῦνται, μένοντες δʼ εὐκλεῶς τεθνήξονται, καὶ χείρον̓ ἀεὶ προσδοκῶσιν ἐκ τοῦ καταλιπεῖν τὴν τάξιν ἢ ἐκ τοῦ φυλάττειν, ἄριστοι κατὰ τοὺς κινδύνους ἄνδρες ἐξετάζονται.
32.8 διόπερ ἀγαθὸν μέν, εἰ πάντας οὕτως ἔχειν γνώμης πείσαι στρατηγός, εἰ δὲ μή, ἀλλὰ μέντοι γ̓ ὡς πλείστους· ἢ γὰρ παντελεῖς περιεποιήσατο νίκας ἢ μικροῖς ἐλαττώμασι περιέπεσε.
32.9 Τῶν δʼ ἐκ προλήψεως καὶ πρὶν ἢ συμβαλεῖν ἐπινοουμένων στρατηγοῖς αἱ παρʼ αὐτὸν τὸν τῆς μάχης καιρὸν ἐπίνοιαι νίκης καὶ ἀντιστρατηγήσεις ἔστιν ὅτε καὶ πλείους καὶ θαυμασιώτεραι γίγνονται τοῖς τὴν στρατηγικὴν ἐμπειρίαν ἠσκηκόσιν, ἃς οὐκ ἔστιν ὑποσημῆναι λόγῳ ἢ προβουλεῦσαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme