33.5
ὅθεν ἐπιφαίνειν μὲν δεῖ τῷ πλήθει τὸ φιλοκίνδυνον, ἵνα τὴν προθυμίαν ἐκκαλῆται τῶν στρατιωτῶν, ἀγωνίζεσθαι δὲ ἀσφαλέστερον, καὶ τοῦ θανάτου μὲν καταφρονεῖν, εἴ τι πάσχοι τὸ στράτευμα, μηδ’ αὑτὸν αἱρούμενον ζῆν, σωζομένου δὲ καὶ τὴν ἰδίαν φυλάττειν ψυχήν· ἤδη γὰρ ἐπικυδέστερα τὰ τῶν φιλίων ὄντα ποτὲ στρατηγὸς ἀποθανὼν ἐμείωσεν· οἱ μὲν γὰρ πταίοντες ἐπανεθάρρησαν τὸ ἀντίπαλον ἀστρατήγητον ἰδόντες, οἱ δʼ εὐτυχοῦντες ἐδυσθύμησαν τὸν ἴδιον ἡγεμόνα ζητοῦντες.
33.6
στρατηγοῦ δʼ ἔστι τὸ παριππάζεσθαι ταῖς τάξεσιν, ἐπιφαίνεσθαι τοῖς κινδυνεύουσιν, ἐπαινεῖν τοὺς ἀνδριζομένους, ἀπειλεῖν τοῖς ἀποδειλιῶσι, παρακαλεῖν τοὺς μέλλοντας, ἀναπληροῦν τὸ ἐλλεῖπον, ἀντιμετάγειν εἰ δέοι λόχον, ἐπαμύνειν τοῖς κάμνουσι, προορᾶσθαι τὸν καιρόν, τὴν ὥραν, τὸ μέλλον.
34.1
Περὶ τοῦ εὐεργετεῖν κατὰ τὸ μέτρον ἕνα ἕκαστον τῶν ἀνδραγαθούντων Ἀνακαλεσάμενος δʼ ἐκ τῆς μάχης πρῶτον μὲν ἀποδιδότω τοῖς θεοῖς θυσίας καὶ πομπάς, αἷς ἐκ τοῦ καιροῦ χρῆσθαι πάρεστι, τὰ νομιζόμενα χαριστήρια μετὰ τὴν τοῦ πολέμου παντελῆ νίκην ἐπαγγελλόμενος ἀποδώσειν· ἔπειτα τοὺς μὲν ἀρίστους ἐν τοῖς κινδύνοις ἐξετασθέντας τιμάτω δωρεαῖς καὶ τιμαῖς, αἷς νόμος, τοὺς δὲ κακοὺς φανέντας κολαζέτω.
34.2
τιμαὶ δʼ ἔστωσαν μὲν καὶ αἱ κατὰ τὰ πάτρια καὶ κατὰ τὰ παρʼ ἑκάστοις νόμιμα· στρατηγικαὶ δὲ αὗται· πανοπλίαι, κόσμοι, λαφύρων δόσεις, πεντηκονταρχίαι, ἑκατονταρχίαι, λοχαγίαι, τάξεων ἀφηγήσεις, καὶ αἱ ἄλλαι αἱ κατὰ νόμους παρʼ ἑκάστοις ἡγεμονίαι· τῶν μὲν ἰδιωτῶν τοῖς ἀνδραγαθήσασιν αἱ ἥττους ἐξουσίαι, τῶν δὲ ἡγεμόνων τοῖς ἀριστεύσασιν αἱ μείζους ἡγεμονίαι· αὗται γὰρ ἀμοιβαί τε μεγαλόψυχοι τοῖς ἤδη τὸ γενναῖον εἰργασμένοις προτροπαί τε ἀναγκαῖαι τοῖς τῶν αὐτῶν ἐπιθυμοῦσιν.
34.3
ὅπου δὲ τιμὴ μὲν ἀποδίδοται τοῖς ἀγαθοῖς, τιμωρία δʼ οὐ παραπέμπεται τῶν κακῶν, ἐνταῦθα καλὰς ἐλπίδας ἔχειν ἀνάγκη τὸ στρατόπεδον· οἱ μὲν γὰρ ἐφοβήθησαν ἁμαρτάνειν,