37.3
ἄδηλοι γὰρ αἱ τῶν σπεισαμένων γνῶμαι. καὶ παρὰ σοὶ μὲν ἔστω τὸ βέβαιον τοῦ μὴ ἀδικῆσαι διὰ τὸ εὐσεβές, παρὰ δὲ τοῖς πολεμίοις ὑπονοείσθω τὸ μὴ πιστὸν διὰ τὸ ἀπεχθές· ἀσφαλὴς γὰρ οὗτος καὶ προμηθής, ὃς οὐδὲ βουληθεῖσι τοῖς πολεμίοις ἐπιθέσθαι τὸν τοῦ δύνασθαι παρασπονδῆσαι καιρὸν ἀπολείπει.
37.4
οἵτινες δʼ ἐπὶ τοῖς θεοῖς ποιοῦνται τὴν ὑπὲρ ὧν ἂν πάθωσιν ἐκδικίαν, εὐσεβὲς μὲν φρονοῦσιν, οὐ μὴν ἀσφαλῆ ποιοῦσιν.
37.5
κομιδῇ γὰρ ἀνοήτων ἐστὶν ἐλπίδι τοῦ τοὺς παρασπονδήσαντας ἐκτίσειν δίκας ἀπρονοήτους ἔχειν τοὺς περὶ σφῶν κινδύνους, ὥσπερ αὐτοὺς σώζεσθαι μέλλοντας ἅμα τῷ τοὺς ἐχθροὺς ἀπόλλυσθαι, ἐξὸν μετὰ τῆς τῶν ἰδίων πραγμάτων ἀσφαλείας πεῖραν λαμβάνειν τῆς τῶν πολεμίων ἀσεβείας· οὕτως γὰρ αὐτοί τε διὰ τὸ προμηθὲς οὐκ ἂν πταίσαιεν ἐπιβουλευθέντες, ἀσεβήσουσί τε οἱ πολέμιοι τῷ ἐπιχειρῆσαι καὶ δοκεῖν πεποιηκέναι ἄν, εἰ ἐδυνήθησαν.
38.1
α. Περὶ τοῦ τὰς προσαγομένας πόλεις ἐν ἀδείᾳ ἔχειν καὶ φιλανθρωπίᾳ Ταῖς δὲ προσχωρούσαις πόλεσιν, εἴ τινες ἐπιτρέποιεν αὑτὰς ἀρξάμεναι, φιλανθρώπως καὶ χρηστῶς προσφερέσθω· προσαγάγοιτο γὰρ ἂν οὕτως καὶ τὰς ἄλλας. ἡ γὰρ ἐλπὶς τοῦ τῶν αὐτῶν τεύξεσθαι δελεάζουσα προσάγεται τοὺς πολλοὺς αὑτοὺς ἑκόντας ἐγχειρίζειν.
38.2
ὅστις δὲ πικρῶς εὐθὺς καὶ πολεμικῶς προσφέρεται κύριος γενόμενος πόλεως ἢ διαρπάζων ἢ κτείνων ἢ κατασκάπτων, ἀλλοτριωτέρας διατίθησι τὰς ἄλλας πόλεις, ὥστε καὶ τὸν πόλεμον αὑτῷ ἐπίπονον καὶ τὴν νίκην δύσελπιν κατασκευάζειν·
38.3
εἰδότες γάρ, ὡς ἀπαραίτητόν ἐστιν ἡ τῶν ὑποχειρίων πρὸς τοῦ κρατήσαντος τιμωρία, πᾶν ὁτιοῦν ὑπομένουσι καὶ ποιεῖν καὶ πάσχειν ὑπὲρ τοῦ μὴ παραδοῦναι τὰς πόλεις.
38.4
οὐθὲν γὰρ οὕτως κατασκευάζει γενναίους, ὡς φόβος ὧν μέλλουσι πείσεσθαι κακῶν εἴξαντες· ἡ γὰρ προσδοκία τῶν δεινῶν ἐκ τοῦ καθυφεῖσθαι τὰ σφέτερα δεινὴν ἐντίθησι φιλοτιμίαν ἐν τοῖς κινδύνοις.
38.5
χαλεπαὶ δὲ αἱ πρὸς τοὺς ἀπεγνωσμένους πεῖραι μάχης· οὐδὲν γὰρ χρηστότερον ἐλπίζοντες ἐκ τοῦ παραχωρεῖν ὧν πείσονται κινδυνεύοντες αἱροῦνται μετὰ τοῦ πολλὰ δρᾶν καὶ πάσχειν.