Thesauros Literature military Στρατηγικός

Στρατηγικός

Στρατηγικός Onasander
38.6 ὅθεν αἱ πολιορκίαι τοῖς ὧδε στρατηγοῖς ἄφροσι καὶ τεθηριωμένοις ταλαίπωροι γίγνονται καὶ πολυχρόνιοι, ποτὲ δὲ καὶ ἀτελεῖς, οὐχ ἥκιστα δὲ σφαλεραί τε καὶ ἐπικίνδυνοι. β. Πῶς χρηστέον προδόταις
38.7 Τοῖς δὲ προδόταις τάς τε πίστεις καὶ τὰς ἐπαγγελίας φυλαττέτω, μὴ διὰ τοὺς γεγονότας, ἀλλὰ διὰ τοὺς ἐσομένους, ἵνʼ εἰδότες, ὡς ὀφείλεταί σφισι χάρις, ἑλόμενοι τὰ τῶν πολεμίων ἐπὶ τὰς αὐτὰς εὐεργεσίας τρέπωνται· λαμβάνει γάρ τι μᾶλλον ὁ προδότῃ διδοὺς ἢ χαρίζεται.
38.8 διὸ χρὴ προθύμως ἐκτίνειν τὰς ἀμοιβάς· οὐ γὰρ δικαστὴς τῆς ἀδικηθείσης πόλεώς ἐστιν, ἀλλὰ στρατηγὸς τῆς ἑαυτοῦ πατρίδος.
39.1 α. Περὶ τοῦ τὸν στρατηγὸν ἐν γνώσει εἶναι τῆς τῶν ἄστρων κινήσεως Πρὸς δὲ τὰς ἐπιθέσεις καὶ τὰς ἐκ προδοσίας νυκτερινὰς καταλήψεις τῶν πόλεων οὐκ ἄπειρον εἶναι δεῖ τῆς ὑπεργείου κατὰ τὴν νύκτα φορᾶς τῶν ἀπλανῶν, ἐπεὶ πολλάκις ἀπράκτους ἕξει τὰς ἐπιβολάς.
39.2 ἔστιν γὰρ ὅτε συντέτακταί τις τῶν προδοτῶν τρίτην ἢ τετάρτην ἢ ὁπόστην ἄν τις εὔκαιρον ὥραν νομίζῃ τῆς νυκτός, ἀνοίξειν τὰς πύλας ἤ τινας κατασφάξειν τῶν ἐπὶ τῆς πόλεως ἀντιπραττόντων ἢ φρουρᾷ τῶν ἔνδον πολεμίων ἐπιθήσεσθαι· κἄπειτα δυεῖν θάτερον συμβέβηκεν, ἤτοι θᾶττον ἢ ἔδει προσπελάσαντα τὸν τῶν πολεμίων στρατὸν κατάφωρον γενέσθαι, πρὶν ἢ τοὺς προδότας ἑτοίμους εἶναι, καὶ οὕτως ἀποκωλυθῆναι τῆς πράξεως, ἢ ὑστερήσαντα τοῖς μὲν προδόταις αἴτιον γενέσθαι θανάτου φωραθεῖσιν, αὐτὸν δὲ μηδὲν τῶν προκειμένων ἀνύσαι.
39.3 διόπερ χρὴ καὶ τὴν ὁδὸν τεκμαιρόμενον, ὅθεν ἐξοδεῦσαι δεῖ, καὶ τῶν σταδίων καὶ τῆς ὥρας στοχαζόμενον, ὅσον εἰς τὴν πορείαν ἀναλώσει, καὶ ἀπὸ τῶν ἄστρων ὁρῶντα, πόσον τὸ παρῳχηκὸς ἤδη καὶ πόσον τὸ ἀπολειπόμενον μέρος, οὕτως ἀκριβῶς συλλογισάμενον, ἵνα μήτε φθάσῃ μήτε βραδύνῃ, πρὸς αὐτὴν ἥκειν τὴν ὥραν τοῦ συντεταγμένου καιροῦ καὶ ἔτι προσιόντα ἀκούεσθαι καὶ ἐντὸς εἶναι τῶν τειχῶν. β. Πῶς ἡμέρας αἱρεῖν χρὴ πόλιν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme