Thesauros Literature military Στρατηγικός

Στρατηγικός

Στρατηγικός Onasander
42.19 ἕως γὰρ ἕκαστος ἐλπίζει ληφθεὶς τεθνήξεσθαι, βούλεται φθάνειν δράσας καὶ πάσχων ἀλλά τι καὶ δρᾶν, πολλοί τε ἤδη πολεμίους εἰσκεχυμένους ἐξήλασαν ἢ καὶ μὴ δυνηθέντες εἰς ἀκρόπολιν ἐρυμνὴν κατειλήθησαν, ἔνθεν αὖθις εἰς πόνον καὶ ταλαιπωρίαν κατέστησαν τοὺς πολεμίους, ὥστε δευτέραν ἐπαναιρεῖσθαι πολιορκίαν ... ἢ καὶ πολυχρονιωτέραν, ἔστιν δʼ ὅτε καὶ ἐπαλγεστέραν μετὰ πολλῆς πείρας κακῶν.
42.20 εἰ δὲ διαβοηθείη τόδε τὸ κήρυγμα, τάχα μὲν καὶ πάντες, ὡς δὲ πρόδηλον εἰπεῖν, οἵ γε πλείους τὰ ὅπλα ῥίψουσι· τῶν τε γὰρ βουλομένων δἰ ὀργῆς ἕκαστος εἰς ἄμυναν ἰέναι δεδιὼς τὸν πέλας, μή ποτε οὐχ ἑαυτῷ ταὐτὰ φρονῇ, ῥίπτειν ἀναγκασθήσεται, ὥστε, κἂν πάντες βούλωνται τὰ ὅπλα φυλάττειν, διὰ τὴν πρὸς ἀλλήλους ὑπόνοιαν αὐτὸν ἕκαστον δεδιότα, μὴ μόνος ὡπλισμένος ληφθῇ, σπεύδειν ἀποτιθέμενον — οἱ γὰρ ὀξεῖς καιροὶ τὴν κοινὴν γνώμην φανερὰν οὐκ ἐῶσι γίγνεσθαι —, οἵ τε ἕτοιμοι πρὸς τὸ σώζεσθαι, μέχρι μὲν οὐδὲν εἰς ἐλπίδα κεκήρυκται σωτηρίας, εἰ καὶ μὴ γνώμῃ, ἀλλʼ ἀνάγκῃ τὸ ἐπιὸν ἀμύνονται κακόν, ἐπειδὰν δὲ μικρὰν ἐλπίδα τοῦ σώζεσθαι λάβωσιν, ἱκέται τὸ λοιπὸν ἀντὶ πολεμίων ὑπαντῶσιν.
42.21 οὕτως τε ὁ μὲν κηρύξας καὶ τοὺς τὰ ὅπλα φυλάττειν βουλομένους ῥίπτειν αὐτὰ ἀναγκάζει· στρατιωτῶν δὲ θάνατος ἐν μὲν μάχαις εὐπαραμύθητος —δοκεῖ γὰρ τοῦ νικᾶν ἕνεκεν γεγονέναι —, ἐν δὲ νίκαις καὶ καταλήψεσι πόλεων τοῖς νικῶσιν οἴκτιστος, ἀφροσύνης τε μᾶλλον ἢ ἀνδρίας μαρτύριον·
42.22 εἰ μέντοι μνησικάκως ἔχοι τοῖς ἡττημένοις στρατηγός, μὴ παρὰ τούτοις οἰέσθω τι φέρεσθαι βλάβος, ὅτι τοὺς ἐντυγχάνοντας μὴ εὐθὺς κτενοῦσι· σχολῇ γὰρ βουλεύσεται μετὰ τοῦ ἀκινδύνου τὴν ἄμυναν ἀνανταγώνιστον ἔχων, τί χρὴ διαθεῖναι τοὺς ἑαλωκότας. θ. Τὸν λιμῷ μέλλοντα πόλιν αἱρήσειν τοὺς κατὰ τὴν χώραν ἀσθενεῖς εἰς αὐτὴν χρὴ πέμπειν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme