Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 1

30 τῶν δ’ ἄλλων ποιητῶν ἔνιοι τὰς καθ’ αὑτοὺς πολυτελείας καὶ ῥᾳθυμίας ἀνέπεμπον ὡς οὔσας καὶ κατὰ τὰ Τρωικά. Αἰσχύλος γοῦν ἀπρεπῶς που παράγει μεθύοντας τοὺς Ἕλληνας, ὡς καὶ τὰς ἀμίδας ἀλλήλοις περικαταγνύναι. λέγει γοῦν ὅδ’ ἐστὶν ὅς ποτ’ ἀμφ’ ἐμοὶ βέλος γελωτοποιόν, τὴν κάκοσμον οὐράνην, ἔρριψεν οὐδ’ ἥμαρτε· περὶ δ’ ἐμῷ κάρᾳ πληγεῖσ’ ἐναυάγησεν ὀστρακουμένη, χωρὶς μυρηρῶν τευχέων πνέουσ’ ἐμοί . καὶ Σοφοκλῆς δὲ ἐν Ἀχαιῶν συνδείπνῳ· ἀλλ’ ἀμφὶ θυμῷ τὴν κάκοσμον οὐράνην ἔρριψεν οὐδ’ ἥμαρτε; περὶ δ’ ἐμῷ κάρᾳ κατάγνυται τὸ τεῦχος οὐ μύρου πνέον. ἐδειματούμην δ’ οὐ φίλης ὀσμῆς ὕπο. Εὔπολις δὲ τὸν πρῶτον εἰσηγησάμενον τὸ τῆς ἀμίδος ὄνομα ἐπιπλήττει λέγων Ἀλκιβιάδης μισῶ λακωνίζειν, ταγηνίζειν δὲ κἂν πριαίμην. β πολλὰς δ’ οἶμαι νῦν βεβινῆσθαι. Ἀλκιβιάδης ὃς δὲ πρῶτος ἐξεῦρεν τὸ πρῴ πιπίνειν, β πολλήν γε λακκοπρωκτίαν ἡμῖν ἐπίστασ’ εὑρών. Ἀλκιβιάδης εἶεν τίς εἶπεν ἀμίδα παῖ πρῶτος μεταξὺ πίνων; β Παλαμηδικόν γε τοῦτο τοὐξεύρημα καὶ σοφὸν σου. παρ’ Ὁμήρῳ δὲ οἱ ἀριστεῖς κοσμίως δειπνοῦσιν ἐν Ἀγαμέμνονος. εἰ δ’ ἐν Ὀδυσσείᾳ φιλονεικοῦσιν Ἀχιλλεὺς καὶ Ὀδυσσεὺς καὶ Ἀγαμέμνων χαῖρε νόῳ, ἀλλ’ ὠφέλιμοι αἱ φιλοτιμίαι ζητούντων εἰ λόγῳ ἢ μάχῃ αἱρεθῆναι δεῖ τὸ Ἴλιον. ἀλλ᾽ οὐδ’ ὅτε μνηστῆρας εἰσάγει μεθύοντας, οὐδὲ τότε τοιαύτην ἀκοσμίαν εἰσήγαγεν ὡς Σοφοκλῆς καὶ Αἰσχύλος πεποιήκασιν, ἀλλὰ πόδα βόειον ἐπὶ τὸν Ὀδυσσέα ῥιπτούμενον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme