Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 1

43 ὅτι τὸ πάσασθαι ἐπὶ τοῦ ἀπογεύσασθαι τίθεται, φησὶ γοῦν Φοῖνιξ πρὸς Ἀχιλλέα· οὐκ ἤθελον ἅμ’ ἄλλῳ ἐν μεγάροισι πάσασθαι. καὶ ἀλλαχοῦ· εὖθ’ οἱ σπλάγχν’ ἐπάσαντο. τῶν γὰρ σπλάγχνων ἀπογεύσασθαι μόνον ὡς ἂν ὀλίγων πολὺς ὅμιλος, καὶ ὁ Πρίαμος δὲ πρὸς Ἀχιλλέα φησί· νῦν δὴ καὶ σίτου πασάμην. οἰκεῖον γὰρ τοῦ τηνικάδε ἀτυχήσαντος ἀπογεύσασθαι μόνον εἰς κόρον γὰρ ἐλθεῖν οὐκ εἴα τὸ πένθος, διὸ καὶ ὁ τὸ σύνολον οὐ γευσάμενος τροφῆς κεῖτ’ ἄσιτος, ἄπαστος. ἐπὶ δὲ τῶν ἀποπληρουμένων οὐδέποτε λέγει τὸ πάσασθαι, ἀλλ’ ὁπόσα δηλοῖ κόρον αὐτὰρ ἐπεὶ σίτου τάρφθεν καὶ ἐδητύος ἐξ ἔρον ἕντο. οἱ δὲ νεώτεροι καὶ ἐπὶ τοῦ πληρωθῆναι τιθέασι τὸ πάσασθαι. Καλλίμαχος· μύθου δὲ πασαίμην ἥδιον. Ἐρατοσθένης· ὀπταλέα κρέα ἐκ τέφρης ἐπάσαντο τὰ τ’ ἀγρώσσοντες ἕλοντο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme