Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 1

7 ὅτι Ἀρχέστρατος ὁ Συρακούσιος ἢ Γελῷος ἐν τῇ ὡς Χρύσιππος ἐπιγράφει Γαστρονομίᾳ, ὡς δὲ Λυγκεὺς καὶ Καλλίμαχος Ἡδυπαθείᾳ, ὡς δὲ Κλέαρχος Δειπνολογίᾳ, ὡς δὲ ἄλλοι Ὅψοποιίᾳ— ἐπικὸν δὲ τὸ ποίημα, οὗ ἡ ἀρχὴ ἱστορίης ἐπίδειγμα ποιούμενος, Ἑλλάδι πάσῃ φησί· πρὸς δὲ μιᾷ πάντας δειπνεῖν ἁβρόδαιτι τραπέζῃ. ἔστωσαν δὲ ἢ τρεῖς ἢ τέσσαρες οἱ ξυνάπαντες ἢ τῶν πέντε γε μὴ πλείους· ἤδη γὰρ ἂν εἴη μισθοφόρων ἁρπαξιβίων σκηνὴ στρατιωτῶν. ἀγνοεῖ δ’ ὅτι οἱ ἐν τῷ Πλάτωνος συσσιτίῳ ὀκτὼ καί, εἴκοσι ἦσαν. οὗτοι δὲ πρὸς τὰ δεῖπνα τῶν ἐν τῇ πόλει ἀφορῶσιν ἀεὶ καὶ πέτονται δεξιῶς ἐπὶ ταῦτ’ ἄκλητοι, Ἀντιφάνης φησί, καὶ ἐπάγει· οὓς ἔδει τὸν δῆμον ἐκ κοινοῦ τρέφειν, ἀεί θ’ ὅπερ Ὀλυμπίασί φασι ταῖς μυίαις ποιεῖν, βοῦν τοῖς ἀκλήτοις προκατακόπτειν πανταχοῦ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme