Book 10
12
καὶ Φαρσάλιοι δὲ κωμῳδοῦνται ὡς πολυφάγοι. Μνησίμαχος γοῦν ἐν Φιλίππῳ φησί (II 441 K)· τῶν Φαρσαλίων ἥκει τις, ἵνα καὶ τὰς τραπέζας καταφάγῃ; Β. οὐδεὶς πάρεστιν. Α. εὖ γε δρῶντες. ἆρά που ὀπτὴν κατεσθίουσι πόλιν Ἀχαικήν; ὅτι δὲ καὶ πάντες Θετταλοὶ ὡς πολυφάγοι διεβάλλοντο Κράτης φησὶν ἐν Λαμίᾳ (I 136 K)· ἔπη τριπήχη Θετταλικῶς τετμημένα. τοῦτο δ’ εἶπεν ὡς τῶν Θετταλῶν μεγάλα κρέα τεμνόντων. Φιλέταιρος δ’ ἐν Λαμπαδηφόροις (II 233 K)· καὶ χειροβαρὲς σαρκὸς ὑείας Θετταλότμητον κρέας. ἔλεγον δὲ καὶ Θετταλικὴν ἔνθεσιν τὴν μεγάλην. Ἕρμιππος Μοίραις (I 235 K)· ὁ Ζεὺς δὲ τούτων οὐδὲν ἐνθυμούμενος μύων ξυνέπλαττε Θετταλικήν τιν’ ἔνθεσιν. ταῦτα δὲ καπανικὰ εἴρηκεν Ἀριστοφάνης ἐν Ταγηνισταῖς (I 519 K)· τί πρὸς τὰ Λυδῶν δεῖπνα καὶ τὰ Θετταλῶν; τὰ Θετταλικὰ μὲν πολὺ καπανικώτερα. οἷον τὰ ἁμαξιαῖα· Θετταλοὶ γὰρ τὰς ἀπήνας καπάνας ἔλεγον. Ξέναρχος Σκύθαις (II 472 K)· ἑπτὰ δὲ καπάνας ἔτρεφον εἰς Ὀλύμπια. Β. τί λέγεις; καπάνας; πῶς;Α. καπάνας Θετταλοὶ πάντες καλοῦσι τὰς ἀπήνας. Β. μανθάνω.