Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 10

15 Ἀντίγονος δ’ ὁ Καρύστιος ἐν τῷ Μενεδήμου βίῳ τὴν διάταξιν διηγούμενος τοῦ παρὰ τῷ φιλοσόφῳ συμποσίου φησὶν ὅτι ἠρίστα μὲν δεύτερος ἢ τρίτος καθ’ αὑτὸν κἆτ’ ἔδει καὶ τοὺς λοιποὺς παρεῖναι δεδειπνηκότας. ἦν γὰρ τὸ τοῦ Μενεδήμου τοιοῦτον ἄριστον, μετὰ δὲ ταῦτα εἰσεκάλουν τοὺς παραγινομένους· ὧν, ὡς ἔοικεν, ὅτε προτερήσειαν ἔνιοι τῆς ὥρας, ἀνακάμπτοντες παρὰ τὰς θύρας ἀνεπυνθάνοντο τῶν ἐξιόντων παίδων τί τὸ παρακείμενον εἴη καὶ πῶς ἔχοι τῆς τοῦ χρόνου συμμετρίας τὸ ἄριστον. ὅτε μὲν οὖν ἀκούσειαν λάχανον ἢ τάριχος, ἀνεχώρουν, ὅτε δ’ ὅτι κρεᾴδιον, εἰσῄεσαν εἰς τὸν ἐπὶ τοῦτο παρεσκευασμένον οἶκον. ἦν δὲ τοῦ μὲν θέρους ἡτοιμασμένη ψίαθος ἐφ’ ἑκάστης κλίνης, τοῦ δὲ χειμῶνος κώδιον προσκεφάλαιον δ’ αὐτὸν φέρειν ἕκαστον ἔδει. τὸ δὲ περιαγόμενον ποτήριον οὐ μεῖζον ἦν κοτυλιαίου, τράγημα δὲ θέρμος μὲν ἢ κύαμος συνεχῶς, ποτὲ δὲ καὶ τῶν ὡρίων εἰσεφέρετό τι, τοῦ μὲν θέρους ἄπιος ἢ ῥόα, τοῦ δ’ ἔαρος ὦχροι, κατὰ δὲ τὴν χειμερινὴν ὥραν ἰσχάδες. μαρτυρεῖ δὲ καὶ περὶ τούτων Λυκόφρων ὁ Χαλκιδεὺς γράψας σατύρους Μενέδημον, ἐν οἷς φησιν ὁ Σιληνὸς πρὸς τοὺς σατύρους· παῖδες κρατίστου Πανὸς ἐξωλέστατοι, ἐγὼ μὲν ὑμῖν, ὡς ὁρᾶτε, στρηνιῶ δεῖπνον γὰρ οὔτ’ ἐν Καρίᾳ, μὰ τοὺς θεούς, οὔτ’ ἐν Ῥόδῳ τοιοῦτον οὔτ’ ἐν Λυδίᾳ κατέχω δεδειπνηκώς. Ἄπολλον, ὡς καλόν. καὶ προελθών· ἀλλὰ κυλίκιον ὑδαρὲς ὁ παῖς περιῆγε τοῦ πεντωβόλου, ἀτρέμα παρεξεστηκός· ὅ τ’ ἀλιτήριος καὶ δημόκοινος ἐπεχόρευε δαψιλὴς θέρμος, πενήτων καὶ τρικλίνου συμπότης. ἑξῆς δέ φησιν ὅτι ζητήσεις ἦσαν παρὰ πότον τράγημα γὰρ ὁ σωφρονιστὴς πᾶσιν ἐν μέσῳ λόγος. ἱστορεῖται δὲ καὶ ὅτι πολλάκις συνόντας αὐτοὺς ἐπὶ πλεῖον ὁ ὄρνις κατελάμβανε τὴν ἕω καλῶν, τοῖσι δὲ οὐδέπω κόρος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme