Book 10
17
παραιτητέον εἰς ταῦτ’ ἀποβλέποντάς ἐστι τὸ γαστρίζεσθαι. ῾δεῖπνον γὰρ ἀτελὲς οὐ ποιεῖ παροινίαν,᾽ ὡς Ἄμφις φησὶν ἐν Πανί, οὐδὲ ὕβρεις καὶ προπηλακισμούς, ὡς Ἄλεξις ἐν Ὀδυσσεῖ ὑφαίνοντι μαρτυρεῖ διὰ τούτων φιλεῖ γὰρ ἡ μακρὰ συνουσία καὶ τὰ συμπόσια τὰ πολλὰ καὶ καθ’ ἡμέραν ποιεῖν σκῶψιν , ἡ σκῶψις δὲ λυπεῖ πλεῖον ἢ τέρπει πολύ. τοῦ κακῶς λέγειν γὰρ ἀρχὴ γίνετ’ ἂν δ’ εἴπῃς ἅπαξ, εὐθὺς ἀντήκουσας ἤδη λοιδορεῖσθαι λείπεται, εἶτα τύπτεσθαι δέδεικται καὶ παροινεῖν. β. ταῦτα γὰρ κατὰ φύσιν πέφυκεν οὕτως· καὶ τί μάντεως ἔδει;