Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 10

20 ἐπεὶ δεδείπναμεν εἴρηκε δὲ οὕτως Ἄλεξις ἐν Κουρίδι ᾽ἐπεὶ πάλαι δεδείπναμεν Εὔβουλος Προκρίδι· ἡμεῖς δ’ οὐδέπω δεδείπναμεν καὶ πάλιν ὃν χρὴ δεδειπνάναι πάλαι καὶ Ἀντιφάνης ἐν Λεωνίδῃ · ἀλλὰ πρὶν δεδειπνάναι ἡμᾶς παρέσται, καὶ Ἀριστοφάνης ἐν Προαγῶνι· ὥρα βαδίζειν μοὐστὶν ἐπὶ τὸν δεσπότην ἤδη γὰρ αὐτοὺς οἴομαι δεδειπνάναι, καὶ ἐν Δαναίσιν ἤδη παροινεῖς ἐς ἐμὲ πρὶν δεδειπνάναι, καὶ Πλάτων Σοφισταῖς καὶ Ἐπικράτης ὁ Ἀμβρακιώτησ—μέσης δ’ ἐστὶ κωμῳδίας ποιητήσ—ἐν Ἀμαζόσιν δεδειπνάναι γὰρ ἅνδρες εὐκαίρως πάνυ δοκοῦσί μοι. καὶ ἠρίσταμεν δ’ εἴρηκεν Ἀριστοφάνης ἐν Ταγηνισταῖς· ὑποπεπώκαμεν γάρ, ὁ ὦνδρες, καὶ καλῶς ἠρίσταμεν, καὶ Ἕρμιππος ἐν Στρατιώταις· ἠριστάναι τουτί Θεόπομπος Καλλαίσχρῳ· ἠρίσταμεν δεῖ γὰρ συνάπτειν τὸν λόγον. καταριστᾶν δὲ εἴρηκεν ἐν τῷ Πολιτικῷ Ἀντιφῶν οὕτως· ᾽ὅτε δή τις πράγματα τὰ ἑαυτοῦ ἢ τὰ τῶν φίλων κατηρίστηκεν παραδεδειπνημένος δ’ εἴρηκεν Ἄμφις ἐν Πλάνῳ οὕτως· ᾽παραδεδειπνημένος, παῖδες, πάλαι.,
21 τοῖς οὖν θεοῖς κατὰ τὸν Πλάτωνα, ὡς ἐν Φιλήβῳ φησίν, ᾽εὐχόμενοι κεραννύωμεν, εἴτε Διόνυσος εἴθ’ Ἥφαιστος εἴθ’ ὅστις θεῶν ταύτην τὴν τιμὴν εἴληχε τῆς συγκράσεως. καθάπερ γὰρ ἡμῖν οἰνοχόοις τισὶν παρεστᾶσιν κρῆναι, καὶ μέλιτος μὲν ἂν ἀπεικάζοι τις τὴν τῆς ἡδονῆς, τὴν δὲ τῆς φρονήσεως νηφαντικὴν καὶ ἄοινον αὐστηροῦ τινος καὶ ὑγιεινοῦ ὕδατος· ἃς προθυμητέον ὡς κάλλιστα συμμιγνύναι.᾽ ὥρα οὖν πίνειν ἡμῖν ἐστι, καὶ τῶν παίδων τις ἐκ τοῦ κυλικείου τῶν ποτηρίων παραφερέτω· ὁρῶ γὰρ πλῆθος καλῶν καὶ ποικίλων ἐκπωμάτων.
21 δοθέντος οὖν ποτηρίου μεγάλου ἔφη·
21 ἀλλ’ ἀκρατέστερόν μοι, ὦ παῖ, τῷ κυάθῳ πληρῶν ἔγχει εἰς τὴν κύλικα, μὴ κατὰ τὸν κωμῳδιοποιὸν Ἀντιφάνην, ὃς ἐν Διδύμοις φησί· τὸ ποτήριόν μοι τὸ μέγα προσφέρει λαβών. ἐνεχεάμην ἄκρατον ᾽ἔγχει, παιδίον, κυάθους θεῶν τε καὶ θεαινῶν μυρίους· ἔπειτ’ ἐπὶ τούτοις πᾶσι τῆς σεμνῆς θεᾶς καὶ τοῦ γλυκυτάτου βασιλέως διμοιρίαν ἐμοὶ οὖν, ὦ παῖ, ‘ζωρότερον κέραιρε·’ οὔπω γὰρ λέγομεν περὶ ἀριθμοῦ κυάθων. δείξω δὲ ὅτι καὶ ὁ κύαθος εἴρηται καὶ τὸ ἀκρατέστερον, καὶ περὶ οἰνοχόων,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme