Book 10
22
πρότερον δέ μοι λελέξεται περὶ τοῦ ζωρότερον. Ἀντιφάνης Μελανίωνι· τοῦτον ἐγὼ κρίνω μετανιπτρίδα τῆς Ὑγιείας πίνειν ζωροτέρῳ χρώμενον οἰνοχόῳ, ἐν δὲ Λάμπωνι· ὁ δεῖν’ Ἰᾶπυξ, κέρασον εὐζωρέστερον. Ἔφιππος Ἐφήβοις· φιάλην ἑκατέρᾳ ἔδωκε κεράσας ζωρότερον Ὁμηρικῶς. τινὲς δὲ καὶ τὸ παρ’ Ὁμήρῳ ᾽ζωρότερον δὲ κέραιρε οὐκ ἄκρατον σημαίνειν φασίν, ἀλλὰ θερμόν, ἀπὸ τοῦ ζωτικοῦ καὶ τῆς ζέσεως; ἑταίρων γὰρ παρόντων νέον ἐξ ὑπαρχῆς κεράννυσθαι κρατῆρα οὐκ ἄτοπον, ἄλλοι δὲ τὸ εὔκρατον, ὥσπερ τὸ δεξιτερὸν ἀντὶ τοῦ δεξιοῦ. τινὲς δέ, ἐπεὶ οἱ ἐνιαυτοὶ ὧροι λέγονται καὶ τὸ ζα ὅτι μέγεθος ἢ πλῆθος σημαίνει, ζωρὸν τὸν πολυέτη λέγεσθαι. Δίφιλος δ’ ἐν Παιδερασταῖς φησιν ἔγχεον σὺ δὴ πιεῖν. β. εὐζωρότερόν γε νὴ Δί᾽, ὦ παῖ, δὸς· τὸ γὰρ ὑδαρὲς ἅπαν τοῦτ’ ἐστι τῇ ψυχῇ κακόν. Θεόφραστος δ’ ἐν τῷ περὶ μέθης ζωρότερόν φησιν εἶναι τὸ κεκραμένον, παρατιθέμενος Ἐμπεδοκλέους τάδε· αἶψα δὲ θνητὰ φύοντο, τὰ πρὶν μάθον ἀθάνατ’ εἶναι, ζωρά τε τὰ πρὶν ἄκρητα, διαλλάσσοντα κελεύθους.
23
κύαθον δ’ ἐπὶ τοῦ ἀντλητῆρος Πλάτων εἴρηκεν ἐν Φάωνι οὕτως· τῷ στόματι τὸν κύαθονὧδ’ εἰληφότες. καὶ ἐν Πρέσβεσι; κυάθους ὅσους ἐκλεπτέτην ἑκάστοτε. Ἄρχιππος Ἰχθύσι· κύαθον ἐπριάμην παρὰ Δαισίου. τοιοῦτόν ἐστιν καὶ τὸ ἐν Εἰρήνῃ Ἀριστοφάνους· ὑπωπιασμέναι ἁπαξάπασαι καὶ κυάθους προσκείμεναι· τὰ γὰρ ὑπώπια τοῖς κυάθοις περιθλώμενα ἀμαυροῦται. μνημονεύει τοῦ κυάθου καὶ Ξενοφῶν ἐν πρώτῳ Παιδείας καὶ Κρατῖνος, ἔτι δ’ Ἀριστοφάνης πολλαχοῦ καὶ Εὔβουλος ἐν Ὀρθάννῃ. Φερεκράτης δ’ ἐν Λήροις ᾽ἀργυροῦν κύαθον ὠνόμασε. Τίμων δ’ ἐν δευτέρῳ Σίλλων ἀρυσαίνας κέκληκε τοὺς κυάθους φάσκων οὑτωσί· ᾽ἀπληστοίνους τ᾽ ἀρυσαίνας ἀπὸ τοῦ ἀρύσασθαι ὀνομάσας. καλοῦνται δὲ καὶ ἀρυστῆρες καὶ ἀρύστιχοι. Σιμωνίδης· ἔδωκεν οὐδεὶς οὐδ’ ἀρυστῆρα τρυγός. Ἀριστοφάνης δ’ ἐν Σφηξὶν ἐγὼ γὰρ εἶχον τούσδε τοὺς ἀρυστίχους. Φρύνιχος Ποαστρίαις· ᾽κύλικ’ ἀρύστιχον.᾽ ἔνθεν καὶ ἡ ἀρύταινα. ἔλεγον δὲ καὶ ἔφηβον τὸ τοιοῦτον σκεῦος, ὡς Ζηνοφάνης ἐν τῷ Συγγενικῷ. Πολύβιος δ’ ἐν τῇ ἐνάτῃ τῶν ἱστοριῶν καὶ ποταμόν τινα ἀναγράφει Κύαθον καλούμενον περὶ Ἀρσινόην πόλιν Αἰτωλίας,