Book 10
3
καὶ τὸν Ὀδυσσέα δὲ Ὅμηρος πολυφάγον καὶ λαίμαργον παραδίδωσιν ὅταν λέγῃ· ἀλλ’ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενὸν περ· οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο ἔπλετο, ἣ τ’ ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ καὶ μάλα τειρόμενον καὶ ἐνιπλησθῆναι ἀνώγει. ὑπερβάλλουσα γὰρ ἐν τούτοις φαίνεται αὐτοῦ λαιμαργία μετὰ τοῦ μηδὲ ἐν δέοντι τὰ περὶ τῆς γαστρὸς γνωμολογεῖν. ἐχρῆν γάρ εἰ καὶ ἐλίμωττεν, διακαρτερεῖν ἢ μετριάζειν τὰ περὶ τὴν τροφήν. τὸ δὲ τελευταῖον καὶ τὴν τελειοτάτην αὐτοῦ παρίστησι λαιμαργίαν καὶ γαστριμαργίαν ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν· ἡ δὲ μάλ’ αἰεὶ ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων ληθάνει ὅσσ’ ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει. ταῦτα γάρ οὐδ’ ἂν ἐκεῖνος ὁ Σαρδανάπαλλος εἰπεῖν ποτε ἂν ἐτόλμησεν, γέρων τε ὢν ἤσθιεν ἁρπαλέως κρέα τ’ ἄσπετα καὶ μέθυ ἡδύ.