Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 10

22 πρότερον δέ μοι λελέξεται περὶ τοῦ ζωρότερον. Ἀντιφάνης Μελανίωνι (II 72 K)· τοῦτον ἐγὼ κρίνω μετανιπτρίδα τῆς Ὑγιείας πίνειν ζωροτέρῳ χρώμενον οἰνοχόῳ. ἐν δὲ Λάμπωνι (p. 68)· ὁ δεῖν’ Ἰᾶπυξ, κέρασον εὐζωρέστερον. Ἔφιππος Ἐφήβοις (II 255 K)· φιάλην ἑκατέρᾳ ἔδωκε κεράσας ζωρότερον Ὁμηρικῶς. τινὲς δὲ καὶ τὸ παρ’ Ὁμήρῳ (I 203) ‘ζωρότερον δὲ κέραιρε’ οὐκ ἄκρατον σημαίνειν φασίν, ἀλλὰ θερμόν, ἀπὸ τοῦ ζωτικοῦ καὶ τῆς ζέσεως· ἑταίρων γὰρ παρόντων νέον ἐξ ὑπαρχῆς κεράννυσθαι κρατῆρα οὐκ ἄτοπον. ἄλλοι δὲ τὸ εὔκρατον, ὥσπερ τὸ δεξιτερὸν ἀντὶ τοῦ δεξιοῦ. τινὲς δέ, ἐπεὶ οἱ ἐνιαυτοὶ ὧροι λέγονται καὶ τὸ ζα ὅτι μέγεθος ἢ πλῆθος σημαίνει, ζωρὸν τὸν πολυέτη λέγεσθαι. Δίφιλος δ’ ἐν Παιδερασταῖς φησιν (II 559 K)· ἔγχεον σὺ δὴ πιεῖν. Β. εὐζωρότερόν γε νὴ Δί᾽, ὦ παῖ, δός· τὸ γὰρ ὑδαρὲς ἅπαν τοῦτ’ ἐστι τῇ ψυχῇ κακόν. Θεόφραστος δ’ ἐν τῷ περὶ μέθης (v. 116 W) ζωρότερόν φησιν εἶναι τὸ κεκραμένον, παρατιθέμενος Ἐμπεδοκλέους τάδε (v. 182 St)· αἶψα δὲ θνητὰ φύοντο, τὰ πρὶν μάθον ἀθάνατ’ εἶναι, ζωρά τε τὰ πρὶν ἄκρητα, διαλλάσσοντα κελεύθους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme