Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 10

23 κύαθον δ’ ἐπὶ τοῦ ἀντλητῆρος Πλάτων εἴρηκεν ἐν Φάωνι οὕτως (I 650 K)· τῷ στόματι τὸν κύαθον ὧδ’ εἰληφότες. καὶ ἐν Πρέσβεσι (I 633 K)· κυάθους ὅσους ἐκλέπτεθ’ ἑκάστοτε. Ἄρχιππος Ἰχθύσι (I 683 K)· κύαθον ἐπριάμην παρὰ Δαισίου. τοιοῦτόν ἐστιν καὶ τὸ ἐν Εἰρήνῃ Ἀριστοφάνους (v. 540)· ὑπωπιασμέναι ἁπαξάπασαι καὶ κυάθους προσκείμεναι· τὰ γὰρ ὑπώπια τοῖς κυάθοις περιθλώμενα ἀμαυροῦται. μνημονεύει τοῦ κυάθου καὶ Ξενοφῶν ἐν πρώτῳ Παιδείας (3, 9) καὶ Κρατῖνος, ἔτι δ’ Ἀριστοφάνης πολλαχοῦ καὶ Εὔβουλος ἐν Ὀρθάννῃ. Φερεκράτης δ’ ἐν Λήροις ‘ἀργυροῦν κύαθον’ ὠνόμασε (I 174 K). Τίμων δ᾽ ἐν δευτέρῳ Σίλλων ἀρυσαίνας κέκληκε τοὺς κυάθους φάσκων οὑτωσί (fr. 46 W)· ‘ἀπληστοίνους τ᾽ ἀρυσαίνας,’ ἀπὸ τοῦ ἀρύσασθαι ὀνομάσας. καλοῦνται δὲ καὶ ἀρυστῆρες καὶ ἀρύστιχοι. Σιμωνίδης (fr. 25 B)· ἔδωκεν οὐδεὶς οὐδ’ ἀρυστῆρα τρυγός. Ἀριστοφάνης δ’ ἐν Σφηξίν (v. 855)· ἐγὼ γὰρ εἶχον τούσδε τοὺς ἀρυστίχους. Φρύνιχος Ποαστρίαις (I 381 K)· ‘κύλικ’ ἀρύστιχον.’ ἔνθεν καὶ ἡ ἀρύταινα. ἔλεγον δὲ καὶ ἔφηβον τὸ τοιοῦτον σκεῦος, ὡς Ζηνοφάνης ἐν τῷ Συγγενικῷ. Πολύβιος δ’ ἐν τῇ ἐνάτῃ τῶν ἱστοριῶν (c. 45) καὶ ποταμόν τινα ἀναγράφει Κύαθον καλούμενον περὶ Ἀρσινόην πόλιν Αἰτωλίας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme