Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 10

28 Ἡσίοδος μέν, ὦ ἑταῖροι, παραινεῖ τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου, δι’ ὃν καὶ Ἀναξίλας ἐν Νηρεῖ ἔφη· καίτοι πολὺ γ’ ἐσθ’ ἥδιον. οὐ γὰρ ἄν ποτε ἔπινον ἂν τρί’ ὕδατος, οἴνου δ’ ἓν μόνον. Ἄλεξις δ’ ἐν Τιτθῇ ἔτι σωφρονικώτερον κιρνάναι παρακελεύεται· ἰδοὺ πάρεστιν οἶνος· οὐκοῦν ἐγχέω Τρίτωνα; β. πολὺ βέλτιον ἕνα καὶ τέτταρας. α. ὑδαρῆ ὁ λέγεις· ὅμως δὲ ταύτην ἐκπιὼν λέγ’ εἴ τι καινόν, διατριβήν τε τῷ πότῳ ποιῶμεν. καὶ Διοκλῆς ἐν Μελίσσαις· πῶς δὲ καὶ κεκραμένον πίνειν τὸν οἶνον δεῖ με; β. τέτταρα καὶ δύο. ἡ δ’ οὖν κρᾶσις αὕτη παρὰ τὸ ἔθος οὖσα ἐπέμνησε τάχα καὶ τὴν θρυλουμένην παροιμίαν ἢ πέντε πίνειν ἢ τρί’ ἢ μὴ τέτταρα. ἢ γὰρ δύο πρὸς πέντε πίνειν φασὶ δεῖν ἢ ἕνα πρὸς τρεῖς, περὶ δὲ ταύτης τῆς κράσεως Ἴων ὁ ποιητὴς ἐν τῷ περὶ Χίου φησὶν ὅτι ᾽εὔρουν ὁ μάντις Παλαμήδης ἐμαντεύσατο πλοῦν ἔσεσθαι τοῖς Ἕλλησι πίνουσιν τρεῖς πρὸς ἕνα κυάθους.᾽ οἱ δ’ ἐπιτεταμένως χρώμενοι τῷ ποτῷ δύο οἴνου ἔπινον πρὸς πέντε ὕδατος. Νικοχάρης γοῦν ἐν Ἀμυμώνῃ πρὸς τοὔνομα παίζων ἔφη· Οἰνόμαος οὗτος, χαῖρε πέντε καὶ δύο· κἀγώ τε καὶ σὺ συμπόται γενοίμεθα. τὰ παραπλήσια εἴρηκε καὶ ἐν Λημνίαις. Ἀμειψίας δ’ ἐν Ἀποκοτταβίζουσιν ἐγὼ δὲ Διόνυσος πᾶσιν ὑμῖν εἰμὶ πέντε καὶ δύο. Εὔπολις Αἰξί· Διόνυσε, χαῖρε· μή τι πέντε καὶ δύο; Ἕρμιππος Θεοῖς· ἔπειθ’ ὅταν πινώμεθ’ ἢ διψώμεθα, εὐχόμεθα πρὸς τοῦτ’ ᾽ οἶνος, ὦ κέρας, γενοῦ κἀς τοῦ καπήλου ᾽γὼ φέρω παίζων ἅμα, κεὐθὺς γεγένηται τοῦτο πέντε καὶ δύο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme