Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 10

36 ὁ δ’ Ἀνακρέων ἔτι ζωρότερον ἐν οἷς φησι· καθαρῇ δ’ ἐν κελέβῃ πέντε τε καὶ τρῖς ἀναχείσθω. Φιλέταιρος δ’ ἐν Τηρεῖ δύο ὕδατος πρὸς τρεῖς ἀκράτου, λέγει δὲ οὕτως· πεπωκέναι δοκεῖ τὸν κατὰ δύο καὶ τρεῖς ἀκράτου. Φερεκράτης δ’ ἐν Κοριαννοῖ δύο ὕδατος πρὸς τέσσαρας οἴνου, λέγων ὧδε· α ἄποτος ὦ Γλύκη. β ὑδαρῆ ᾽νέχεέν σοι; α παντάπασι μὲν οὖν ὕδωρ. β τί εἰργάσω; πῶς, ὦ κατάρατε, ἐνέχεας; Γλύκη δύ’ ὕδατος, ὦ μάμμη. β τί δ’ οἴνου; Γλύκη τέτταρας. β ἔρρ’ ἐς κόρακας· βατράχοισιν οἰνοχοεῖν σ’ ἔδει. ἔφιππος δ’ ἐν Κίρκῃ τρεῖς πρὸς τέτταρας· οἶνον πίοις ἂν ἀσφαλέστερον πολὺ ὑδαρῆ. β. μὰ τὴν γῆν, ἀλλὰ τρία καὶ τέτταρα. α. οὕτως ἄκρατον, εἰπέ μοι, πίῃ; β· φής; ἴσον ἴσῳ δὲ Τιμοκλῆς ἐν Κονισάλῳ· πατάξω τ’ ἴσον ἴσῳ ποτηρίοις μεγάλοις ἅπασαν τὴν ἀλήθειαν φράσαι. καὶ Ἄλεξις ἐν Δορκίδι ἢ Ποππυζούσῃ· τρεῖς φιλοτησίας ἐγὼ μεστὰς προπίνω ἴσον ἴσῳ κεκραμένας. καὶ Ξέναρχος ἢ Τιμοκλῆς ἐν Πορφύρᾳ· μὰ τὸν Διόνυσον, ὃν σὺ λάπτεις ἴσον ἴσῳ. Σώφιλος δ’ ἐν Ἐγχειριδίῳ· συνεχὴς ἄκρατος ἐδίδοτ’ ἴσον ἴσῳ. πάλιν τὴν μείζον’ ᾔτουν. Ἄλεξις Τοκιστῇ ἢ Καταψευδομένῳ · μὴ παντελῶς αὐτῷ δίδου ὑδαρῆ, κατανοεῖς; ἴσον ἴσῳ μίγνυ. χτχρ. καλῶς. β. ἡδύ γε τὸ πῶμα. ποδαπὸς ὁ Βρόμιος, Τρύφη; χτχρ. Θάσιος. β. ὅμοιον καὶ δίκαιον τοὺς ξένους πίνειν ξενικόν, τοὺς δ’ ἐγγενεῖς ἐπιχώριον. ἐν δὲ Ὑποβολιμαίῳ· ἀπνευστὶ τ’ ἐκπιὼν ὡς ἄν τις ἥδιστ’ ἴσον ἴσῳ κεκραμένον. Μένανδρος Ἀδελφοῖς· ὀκτώ τις ὑποχεῖν ἀνεβόα καὶ δώδεκα κυάθους, ἕως κατέσεισε φιλοτιμούμενος. κατασείειν δ’ ἔλεγον ἐπὶ τῶν ἐν τοῖς πότοις προπινόντων, τὴν μεταφορὰν λαμβάνοντες ἀπὸ τῶν τοὺς καρποὺς κατασειόντων. Ἄλεξις δ’ ἐν Ἀποκοπτομένῃ· ᾽ οὐ συμποσίαρχος ἦν γάρ, ἀλλὰ δήμιος ὁ Χαιρέας, κυάθους προπίνων εἴκοσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme