Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 10

38 Διόδωρος δ’ ὁ Σινωπεὺς ἐν Αὐλητρίδι· ἐπὰν κυάθους πίῃ τις, ὦ Κρίτων, δέκα, ἀεὶ παρ’ ἕκαστον ἐνδελεχῶς τὸ ποτήριον πίνει τὸ λοιπόν, τοὺς λογισμοὺς δ’ ἐξεμεῖ. ταῦτα σκόπει πρὸς σαυτόν. οὐκ ἀγλαφύρως δὲ Λύσανδρος ὁ Σπαρτιάτης, ὥς φησιν Ἡγήσανδρος ἐν ὑπομνήμασι , τὸν οἶνον ὑδαρῆ πωλούντων τῶν καπήλων ἐν τῷ στρατοπέδῳ, κεκραμένον ἐκέλευσεν αὐτὸν πωλεῖν, ἵν’ αὐτὸν ἀκρατέστερον ὠνοῖντο. τὸ παραπλήσιον καὶ Ἄλεξις εἴρηκεν ἐν Αἰσώπῳ οὕτως · κομψόν γε τοῦτ’ ἐστὶν παρ’ ὑμῖν, ὦ Σόλων, ἐν ταῖς Ἀθήναις δεξιῶς θ’ εὑρημένον. σο. τὸ ποῖον; α. ἐν τοῖς συμποσίοις οὐ πίνετε ἄκρατον. σο. οὐ γὰρ ῥᾴδιον πωλοῦσι γὰρ ἐν ταῖς ἁμάξαις εὐθέως κεκραμένον, οὐχ ἵνα τι κερδαίνωσι, τῶν δ’ ὠνουμένων προνοούμενοι τοῦ τὰς κεφαλὰς ὑγιεῖς ἔχειν ἐκ κραιπάλης, τοῦτ’ ἐσθ᾽, ὁρᾷς, Ἑλληνικὸς πότος, μετρίοισι χρωμένους ποτηρίοις λαλεῖν τι καὶ ληρεῖν πρὸς αὑτοὺς ἡδέως. τὸ μὲν γὰρ ἕτερον λουτρόν ἐστιν, οὐ πότος, ψυκτῆρι πίνειν καὶ κάδοις· α. θάνατος μὲν οὖν.
39 πίνειν δ’ εἰς μέθην φησὶν ἐν ἕκτῳ Νόμων Πλάτων, ᾽ οὔτε ἄλλοθί που πρέπει πλὴν ἐν ταῖς τοῦ τὸν οἶνον δόντος θεοῦ ἑορταῖς οὐδ’ ἀσφαλές, οὔτ’ οὖν περὶ γάμους ἐσπουδακότα, ἐν οἷς ἔμφρονα εἶναι πρέπει μάλιστα νύμφην καὶ νυμφίον μεταβολὴν βίου οὐ μικρὰν μεταλλάττοντας, ἅμα δὲ καὶ τὸ γεννώμενον ὅπως ὅτι μάλιστα ἐξ ἐμφρόνων αἰεὶ γίγνηται. σχεδὸν γὰρ ἄδηλον ὁποία νὺξ ἢ φῶς αὐτὸ γεννήσει κἀν τῷ αʹ δὲ τῶν Νόμων φησί· ʽμέθης δὲ αὐτῆς, ὥσπερ Λυδοὶ χρῶνται καὶ Πέρσαι καὶ Καρχηδόνιοι καὶ Κελτοὶ καὶ Ἴβηρες καὶ Θρᾷκες καὶ τὰ τοιαῦτα γένη, καθάπερ ὑμεῖς, ὦ Λακεδαιμόνιοι, τὸ παράπαν ἀπέχεσθε. Σκύθαι δὲ καὶ Θρᾷκες ἀκράτῳ παντάπασι χρώμενοι, γυναῖκές τε καὶ πάντες αὐτοί, καὶ κατὰ τῶν ἱματίων καταχεόμενοι καλὸν καὶ εὔδαιμον ἐπιτήδευμα ἐπιτηδεύειν νενομίκασι. Πέρσαι δὲ καὶ σφόδρα μὲν χρῶνται καὶ ταῖς ἄλλαις τρυφαῖς ἃς ὑμεῖς ἀποβάλλετε, ἐν τάξει δὲ μᾶλλον τούτων

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme