Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 10

41 προπόσεις δὲ τὰς γινομένας ἐν τοῖς συμποσίοις Λακεδαιμονίοις οὐκ ἦν ἔθος ποιεῖν οὐδὲ φιλοτησίας διὰ τούτων πρὸς ἀλλήλους ποιεῖσθαι. δηλοῖ δὲ ταῦτα Κριτίας ἐν τοῖς ἐλεγείοις (fr. 2 B)· καὶ τόδ’ ἔθος Σπάρτῃ μελέτημά τε κείμενόν ἐστι πίνειν τὴν αὐτὴν οἰνοφόρον κύλικα, μηδ’ ἀποδωρεῖσθαι προπόσεις ὀνομαστὶ λέγοντα μηδ’ ἐπὶ δεξιτερὰν χεῖρα κύκλῳ θιάσου ... ἄγγεα Λυδὴ χεὶρ εὗρ’ Ἀσιατογενὴς καὶ προπόσεις ὀρέγειν ἐπιδέξια καὶ προκαλεῖσθαι ἐξονομακλήδην ᾧ προπιεῖν ἐθέλει. εἶτ’ ἀπὸ τοιούτων πόσεων γλώσσας τε λύουσιν εἰς αἰσχροὺς μύθους σῶμά τ’ ἀμαυρότερον τεύχουσιν· πρὸς δ’ ὄμματ’ ἀχλὺς ἀμβλωπὸς ἐφίζει· λῆστις δ’ ἐκτήκει μνημοσύνην πραπίδων· νοῦς δὲ παρέσφαλται· δμῶες δ’ ἀκόλαστον ἔχουσιν ἦθος· ἐπεισπίπτει δ’ οἰκοτριβὴς δαπάνη. οἱ Λακεδαιμονίων δὲ κόροι πίνουσι τοσοῦτον ὥστε φρέν’ εἰς ἱλαρὰν ἐλπίδα πάντας ἄγειν εἴς τε φιλοφροσύνην γλῶσσαν μέτριόν τε γέλωτα. τοιαύτη δὲ πόσις σώματί τ’ ὠφέλιμος γνώμῃ τε κτήσει τε· καλῶς δ’ εἰς ἔργ’ Ἀφροδίτης πρός θ’ ὕπνον ἥρμοσται, τὸν καμάτων λιμένα, πρὸς τὴν τερπνοτάτην τε θεῶν θνητοῖς Ὑγίειαν, καὶ τὴν Εὐσεβίης γείτονα Σωφροσύνην. ἑξῆς τε πάλιν φησίν· αἱ γὰρ ὑπὲρ τὸ μέτρον κυλίκων προπόσεις παραχρῆμα τέρψασαι λυποῦσ’ εἰς τὸν ἅπαντα χρόνον. ἡ Λακεδαιμονίων δὲ δίαιθ’ ὁμαλῶς διάκειται, ἔσθειν καὶ πίνειν σύμμετρα πρὸς τὸ φρονεῖν καὶ τὸ πονεῖν εἶναι δυνατούς· οὔκ ἐστ’ ἀπότακτος ἡμέρα οἰνῶσαι σῶμ’ ἀμέτροισι πότοις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme