Book 10
57
οἷαι δ’ εἰσὶ παρὰ τοῖς Ἕλλησι μεθύουσαι αἱ γυναῖκες παραδίδωσιν Ἀντιφάνης μὲν ἐν τῇ Ἀκοντιζομένῃ οὕτω (II 19 K)· γείτων ἐστί τις κάπηλος· οὗτος εὐθὺς ὅταν ἔλθω ποτὲ διψῶσα, μόνος οἶδ’ ὥς γ’ ἐμοὶ κεράννυται. οὔθ’ ὑδαρὲς οὔτ’ ἄκρατον οἶδ’ ἐγώ ποτε πιοῦσα. καὶ ἐν Μύστιδι· γυναῖκες δέ εἰσιν αἱ διαλεγόμεναι (II 78 K)· βούλει καὶ σύ, φιλτάτη, πιεῖν; Β. καλῶς ἔχει μοι. Α. τοιγαροῦν ἐμοὶ φέρε. μέχρι γὰρ τριῶν δεῖν φασι τιμᾶν τοὺς θεούς. Ἄλεξις δὲ Ὀρχηστρίδι (II 358)· γυναιξὶ δ’ ἀρκεῖ πάντ᾽, ἐὰν οἶνος παρῇ πίνειν διαρκής. Β. ἀλλὰ μήν, νὴ τὼ θεώ, ἔσται γ’ ὅσον ἂν βουλώμεθ᾽, ἔσται καὶ μάλα ἡδύς γ᾽, ὀδόντας οὐκ ἔχων, ἤδη σαπρός, λέγων, γέρων γε δαιμονίως. Α. ἀσπάζομαι γραῦν σφίγγα· πρὸς ἐμὲ .... ὡς αἰνίγματα· λέγε καὶ τὰ λοιπά. ἐν δὲ Δὶς πενθοῦντι (II 316 K) Ζωπύρας τινὸς μνημονεύων φησί· καὶ Ζωπύρα, οἰνηρὸν ἀγγεῖον. Ἀντιφάνης Βάκχαις (II 35 K)· ἐπεὶ δὲ τοῦτ’ οὐκ ἔστι, κακοδαίμων σφόδρα ὅστις γαμεῖ γυναῖκα, πλὴν ἐν τοῖς Σκύθαις· ἐκεῖ μόνον γὰρ οὐδὲ φύετ’ ἄμπελος. Ξέναρχος Πεντάθλῳ (II 470 K)· ὅρκον δ’ ἐγὼ γυναικὸς εἰς οἶνον γράφω.
58
Πλάτων Φάωνι διηγούμενος ὅσα διὰ τὸν οἶνον συμβαίνει ταῖς γυναιξί φησιν (I 648 K)· εἶεν, γυναῖκες, ὡς ὑμῖν πάλαι οἶνον γενέσθαι τὴν ἄνοιαν εὔχομαι. ὑμῖν γὰρ οὐδέν, καθάπερ ἡ παροιμία, ἐν τῷ καπήλῳ νοῦς ἐνεῖναί μοι δοκεῖ. εἰ γὰρ Φάωνα δεῖσθ’ ἰδεῖν, προτέλεια δεῖ ὑμᾶς ποιῆσαι πολλὰ πρότερον τοιαδί· πρῶτα μὲν ἐμοὶ γὰρ κουροτρόφῳ προθύεται πλακοῦς ἐνόρχης, ἄμυλος ἐγκύμων, κίχλαι ἑκκαίδεχ’ ὁλόκληροι μέλιτι διαμεμιγμέναι, λαγῷα δώδεκ’ ἐπισέληνα. τἄλλα δὲ ἤδη τάδ’ εὐτελέστατ’ ἐστ᾽· ἄκουε δή. βολβῶν μὲν Ὀρθάννῃ τρί’ ἡμιεκτέα, Κονισάλῳ δὲ καὶ παραστάταιν δυοῖν μύρτων πινακίσκος χειρὶ παρατετιλμένων· λύχνων γὰρ ὀσμὰς οὐ φιλοῦσι δαίμονες. πύργης τετάρτης κυσί τε καὶ κυνηγέταις, Λόρδωνι δραχμή, Κυβδάσῳ τριώβολον, ἥρῳ Κέλητι δέρμα καὶ θυλήματα. ταῦτ’ ἐστι τἀναλώματ᾽. εἰ μὲν οὖν τάδε προσοίσετ᾽, εἰσέλθοιτ’ ἄν· εἰ δὲ μή, μάτην ἔξεστιν ὑμῖν διὰ κενῆς βινητιᾶν. Ἀξιόνικος δ’ ἐν Φιλίννῃ φησί (II 414 K)· γυναικὶ δὴ πίστευε μὴ πίνειν ὕδωρ.