Book 10
66
πίομαι δὲ ἄνευ τοῦ ū λεκτέον, ἐκτείνοντας δὲ τὸ ι. οὕτω γὰρ ἔχει καὶ τὸ Ὁμηρικόν· πιόμεν’ ἐκ βοτάνης. καὶ Ἀριστοφάνης Ἱππεῦσιν οὔποτ’ ἐκ ταὐτοῦ μεθ’ ἡμῶν πίεται ποτηρίου. καὶ ἐν ἄλλοις· πικρότατον οἶνον τήμερον πίει τάχα. ἐνίοτε δὲ καὶ συστέλλουσι τὸ ī, ὡς Πλάτων ἐν Ταῖς ἀφ’ ἱερῶν οὐδ’ ὅστις αὐτῆς ἐκπίεται τὰ χρήματα. καὶ ἐν Σύρφακι· ᾽ καὶ πίεσθ’ ὕδωρ πολύ πίε δὲ δισυλλάβως Μένανδρος ἐν Ἐγχειριδίῳ· πίε. β. πιεῖν ἀναγκάσω τὴν ἱερόσυλον πρῶτα. καὶ ᾽ τῆ πίε· καὶ σὺ οὖν, ὦ ἑταῖρε, κατὰ τὸν Ἄλεξιν, ὃς ἐν Διδύμοις φησί· τούτῳ πρόπιθ᾽, ἵνα καὐτὸς ἄλλῳ καὶ γένηται ἡ παρ’ Ἀνακρέοντι καλουμένη ἐπίστιος. φησὶ γὰρ ὁ μελοποιός· μηδ’ ὥστε κῦμα πόντιον λάλαζε, τῇ πολυκρότῃ σὺν Γαστροδώρῃ καταχύδην πίνουσα τὴν ἐπίστιον. τοῦτο δ’ ἡμεῖς ἀνίσωμά φαμεν.