Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 10

67 σὺ δὲ πιὼν μὴ φοβηθῇς ὡς εἰς τοὐπίσω μέλλων καταπεσεῖσθαι· τοῦτο γὰρ παθεῖν οὐ δύνανται οἱ τὸν κατὰ Σιμωνίδην πίνοντες ‘οἶνον ἀμύντορα δυσφροσυνᾶν’ (fr. 86). ἀλλ᾽, ὥς φησιν Ἀριστοτέλης ἐν τῷ περὶ μέθης (p. 118 R), εἰς τὰ νῶτα καταπίπτουσιν οἱ τὸν κρίθινον πεπωκότες, ὃν πῖνον καλοῦσι, λέγων οὕτως· ‘πλὴν ἴδιόν τι συμβαίνει περὶ τὰς τῶν κριθῶν, τὸ καλούμενον πῖνον. ὑπὸ μὲν γὰρ τῶν λοιπῶν τε καὶ μεθυστικῶν οἱ μεθυσθέντες ἐπὶ πάντα τὰ μέρη πίπτουσι· καὶ γὰρ ἐπὶ τὰ ἀριστερὰ καὶ δεξιὰ καὶ πρηνεῖς καὶ ὕπτιοι. μόνοι δὲ οἱ τῷ πίνῳ μεθυσθέντες εἰς τοὐπίσω καὶ ὕπτιοι κλίνονται.’ τὸν δὲ κρίθινον οἶνον καὶ βρῦτόν τινες καλοῦσιν, ὡς Σοφοκλῆς ἐν Τριπτολέμῳ (fr. 549 N)· βρῦτον δὲ τὸν χερσαῖον οὐ δυεῖν. καὶ Ἀρχίλοχος (fr. 32 B)· ὥσπερ παρ᾽ αὐλῷ βρῦτον ἢ Θρῆιξ ἀνὴρ ἢ Φρὺξ ἔβρυζε, κύβδα δ’ ἦν πονευμένη. μνημονεύει τοῦ πώματος Αἰσχύλος ἐν Λυκούργῳ (fr. 120 N)· κἀκ τῶνδ’ ἔπινε βρῦτον ἰσχναίνων χρόνῳ κἀσεμνοκόμπει τοῦτ’ ἐν ἀνδρείᾳ στέγῃ. Ἑλλάνικος δ’ ἐν Κτίσεσι καὶ ἐκ ῥιζῶν, φησι κατασκευάζεται τὸ βρῦτον γράφων ὧδε (FHG I 59)· ‘πίνουσι δὲ βρῦτον ἔκ τινων ῥιζῶν, καθάπερ οἱ Θρᾷκες ἐκ τῶν κριθῶν.’ Ἑκαταῖος δ’ ἐν δευτέρῳ περιηγήσεως εἰπὼν περὶ Αἰγυπτίων ὡς ἀρτοφάγοι εἰσὶν ἐπιφέρει (FHG I 20)· ‘τὰς κριθὰς ἐς τὸ πῶμα καταλέουσιν.’ ἐν δὲ τῇ τῆς Εὐρώπης περιόδῳ Παίονάς φησι (om. FHG) πίνειν βρῦτον ἀπὸ τῶν κριθῶν καὶ παραβίην ἀπὸ κέγχρου καὶ κόνυζαν. ‘ἀλείφονται δέ, φησίν, ἐλαίῳ ἀπὸ γάλακτος.’ καὶ ταῦτα μὲν ταύτῃ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme