Book 10
70
περὶ δὲ τῶν γρίφων Ἀντιφάνης μὲν ἐν Κνοιθιδεῖ ἢ Γάστρωνί φησιν (II 60 K)· ἐγὼ πρότερον μὲν τοὺς κελεύοντας λέγειν γρίφους παρὰ πότον ᾠόμην ληρεῖν σαφῶς, λέγοντας οὐδέν· ὁπότε προστάξειέ τις εἰπεῖν ἐφεξῆς ὅ τι φέρων τις μὴ φέρει, ἐγέλων νομίζων λῆρον οὐκ ἂν γενόμενον οὐδέποτέ γ᾽, οἶμαι, πρᾶγμα παντελῶς λέγειν, ἐνέδρας δ’ ἕνεκα. νυνὶ δὲ τοῦτ’ ἔγνωχ’ ὅτι ἀληθὲς ἦν· φέρομεν γὰρ ἄνθρωποι δέκα ἔρανόν τιν᾽, οὐ φέρει δὲ τούτων τὴν φορὰν οὐδείς. σαφῶς οὖν ὅ τι φέρων τις μὴ φέρει, τοῦτ’ ἔστιν, ἦν θ’ ὁ γρῖφος ἐνταῦθα ῥέπων. καὶ τοῦτο μὲν δὴ κἄστι συγγνώμην ἔχον· ἀλλ’ οἷα λογοποιοῦσιν ἐν τῷ πράγματι οἱ τἀργύριον μὴ κατατιθέντες, ὡς σφόδρα ὁ Φίλιππος ἦν ἄρ’ εὐτυχής τις, νὴ Δία. ἐν δὲ Ἀφροδισίῳ (II 31 K)· πότερ’ ὅταν μέλλω λέγειν σοι τὴν χύτραν, χύτραν λέγω ἢ τροχοῦ ῥύμαισι τευκτὸν κοιλοσώματον κύτος, πλαστὸν ἐκ γαίης, ἐν ἄλλῃ μητρὸς ὀπτηθὲν στέγῃ, νεογενοῦς ποίμνης δ’ ἐν αὑτῇ πνικτὰ γαλατοθρέμμονα, τακεροχρῶτ’ εἴδη κύουσαν; Β. Ἡράκλεις, ἀποκτενεῖς ἆρά μ᾽, εἰ μὴ γνωρίμως μοι πάνυ φράσεις κρεῶν χύτραν. Α. εὖ λέγεις. ξουθῆς μελίσσης νάμασιν δὲ συμμιγῆ μηκάδων αἰγῶν ἀπόρρουν θρόμβον, ἐγκαθειμένον εἰς πλατὺ στέγαστρον ἁγνῆς παρθένου Δηοῦς κόρης, λεπτοσυνθέτοις τρυφῶντα μυρίοις καλύμμασιν, ἢ σαφῶς πλακοῦντα φράζω σοι; Β. πλακοῦντα βούλομαι. Α. Βρομιάδος δ’ ἱδρῶτα πηγῆς; Β. οἶνον εἰπὲ συντεμών. Α. λιβάδα νυμφαίαν δροσώδη; Β. παραλιπὼν ὕδωρ φάθι. Α. κασιόπνουν δ’ αὔραν δι’ αἴθρας; Β. σμύρναν εἰπέ, μὴ μακράν. Α. μηδὲ τοιοῦτ’ ἄλλο μηδέν; Β. μηδὲ τοὔμπαλιν λέγων, ὅτι δοκεῖ τοῦτ’ ἔργον εἶναι μεῖζον, ὥς φασίν τινες, αὐτὸ μὲν μηδέν, παρ’ αὐτὸ δ’ ἄλλα συστρέφειν πυκνά.