Book 10
79
δὲ Ἀθηναῖος Καλλίας ἐζητοῦμεν γὰρ ἔτι πρότερον περὶ αὐτοῦ μικρὸν ἔμπροσθεν γενόμενος τοῖς χρόνοις Στράττιδος ἐποίησε τὴν καλουμένην γραμματικὴν θεωρίαν οὕτω διατάξας. πρόλογος μὲν αὐτῆς ἐστιν ἐκ τῶν στοιχείων, ὃν χρὴ λέγειν διαιροῦντας κατὰ τὰς παραγραφὰς· καὶ τὴν τελευτὴν καταστροφικῶς ποιουμένους εἰς τἄλφα τὸ ἄλφα, βῆτα, γάμμα, δέλτα, θεοῦ γὰρ εἶ, ζῆτ᾽, ἦτα, θῆτ᾽, ἰῶτα, β κάππα, λάβδα, μῦ, νῦ, ξεῖ, τὸ οὖ, πεῖ, ῥῶ, τὸ σίγμα, ταῦ, τὸ ὖ, παρὸν φεῖ χεῖ τε τῷ ψεῖ εἰς τὸ ὦ. ὁ χορὸς δὲ γυναικῶν ἐκ τῶν σύνδυο πεποιημένος αὐτῷ ἐστιν ἔμμετρος ἅμα καὶ μεμελοπεποιημένος τόνδε τὸν τρόπον βῆτα ἄλφα βᾱ, βῆτα εἶ βα , βῆτα ἦτα βε , βῆτα ἰῶτα βī, βῆτα οὖ βο , βῆτα ὖ βυ , βῆτα ὦ βω , καὶ πάλιν ἐν ἀντιστρόφῳ τοῦ μέλους καὶ τοῦ μέτρου γάμμα ἄλφα, γάμμα εἶ, γάμμα ἦτα, γάμμα ἰῶτα, γάμμα οὖ, γάμμα ὖ γάμμα ὦ, καὶ ἐπὶ τῶν λοιπῶν συλλαβῶν ὁμοίως ἑκάστων τό τε μέτρον καὶ τὸ μέλος ἐν ἀντιστρόφοις ἔχουσι πᾶσαι ταὐτόν, ὥστε τὸν Εὐριπίδην μὴ μόνον ὑπονοεῖσθαι τὴν Μήδειαν ἐντεῦθεν πεποιηκέναι πᾶσαν, ἀλλὰ καὶ τὸ μέλος αὐτὸ μετενηνοχότα φανερὸν εἶναι. τὸν δὲ Σοφοκλέα διελεῖν φασιν ἀποτολμῆσαι τὸ ποίημα τῷ μέτρῳ τοῦτ’ ἀκούσαντα καὶ ποιῆσαι ἐν τῷ Οἰδίποδι οὕτως· ἐγὼ οὔτ’ ἐμαυτὸν οὔτε σ’ ἀλγυνῶ. τί ταῦτ᾽ ἄλλως ἐλέγχεις; διόπερ οἱ λοιποὶ τὰς ἀντιστρόφους ἀπὸ τούτου παρεδέχοντο πάντες, ὡς ἔοικεν, εἰς τὰς τραγῳδίας, καὶ μετὰ τὸν χορὸν εἰσάγει πάλιν ἐκ τῶν φωνηέντων ῥῆσιν οὕτως ἣν δεῖ κατὰ τὰς παραγραφὰς ὁμοίως τοῖς πρόσθεν λέγοντα διαιρεῖν, ἵν’ ἡ τοῦ ποιήσαντος ὑπόκρισις σῴζηται κατὰ τὴν δύναμιν ἄλφα μόνον, ὦ γυναῖκες, εἶ τε δεύτερον λέγειν μόνον χρή. χ. καὶ τρίτον μόνον γ’ ἐρεῖς. α. ἦτ’ ἄρα φήσω. χ. τὸ τε τέταρτόν αὖ μόνον ἰῶτα, πέμπτον οὖ, τὸ θ’ ἕκτον υ μόνον λέγε· α. λοίσθιον λέγειν· δὲ φωνῶ σοι τὸ ὦ τῶν ἑπτὰ φωνῶν, ἑπτὰ δ’ ἐν μέτροις μόνον. καὶ τοῦτο λέξασ’ εἶτα δὴ σαυτῇ λάλει.