Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 10

85 τοιοῦτόν ἐστι καὶ τὸ Θεόγνιδος τοῦ ποιητοῦ· ἤδη γάρ με κέκληκε θαλάσσιος οἴκαδε νεκρός, τεθνηκὼς ζῳῷ φθεγγόμενος στόματι. σημαίνει γὰρ κόχλον. τοιοῦτον δ’ ἐστὶν καὶ τὸ ῥήματα λέγειν ἀνθρώπων ὀνόμασιν ὅμοια, οἷον λαβὼν ἀριστόνικον ἐν μάχῃ κράτος. καὶ τὸ περιφερόμενον πέντ’ ἄνδρες δέκα ναυσὶ κατέδραμον εἰς ἕνα χῶρον, ἐν δὲ λίθοις ἐμάχοντο, λίθον δ’ οὐκ ἦν ἀνελέσθαι· δίψῃ δ’ ἐξώλλυντο, ὕδωρ δ’ ὑπερεῖχε γενείου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme