Book 10
88
δὲ ἱκανὴν παρέκβασιν πεποιήμεθα περὶ τῶν γρίφων, λεκτέον ἤδη καὶ τίνα κόλασιν ὑπέμενον οἱ μὴ λύσαντες τὸν προτεθέντα γρῖφον. ἔπινον οὗτοι ἅλμην παραμισγομένην τῷ αὑτῶν ποτῷ καὶ ἔδει προσενέγκασθαι τὸ ποτήριον ἀπνευστί, ὡς Ἀντιφάνης δηλοῖ ἐν Γανυμήδει διὰ τούτων· οἴμοι περιπλοκὰς λίαν ι ἐρωτᾷς. λ. ἀλλ’ ἐγὼ σαφῶς φράσω· τῆς ἁρπαγῆς τοῦ παιδὸς εἰ ξύνοισθά τι, ταχέως λέγειν χρὴ πρὶν κρέμασθαι. δ. πότερά μοι γρῖφον προβάλλεις τοῦτον εἰπεῖν, δέσποτα, τῆς ἁρπαγῆς τοῦ παιδὸς εἰ ξύνοιδά τι, ἤ τί δύναται τὸ ῥηθέν; λ. ἔξω τις δότω ἱμάντα ταχέως. δ. οἷον οὐκ ἔγνων ἴσως· ἔπειτα τοῦτο ζημιοῖς με; μηδαμῶς· ἅλμης δ’ ἐχρῆν τι παραφέρειν ποτήριον. λ. οἶσθ’ οὖν ὅπως δεῖ τοῦτό σ’ ἐκπιεῖν; δ. ἐγὼ κομιδῇ γε. λ. πῶς; δ. ἐνέχυρον ἀποφέροντά σου λ. οὔκ, ἀλλ’ ὀπίσω τὼ χεῖρε ποιήσαντα δεῖ ἕλκειν ἀπνευστί.
89
τοσαῦτα καὶ περὶ τῶν γρίφων εἰπόντων τῶν δειπνοσοφιστῶν, ἐπειδὴ καὶ ἡμᾶς ἑσπέρα καταλαμβάνει ἀναπεμπαζομένους τὰ εἰρημένα τὸν περὶ τῶν ἐκπωμάτων λόγον εἰς αὔριον ἀναβαλώμεθα. κατὰ γὰρ τὸν Μεταγένους Φιλοθύτην κατ’ ἐπεισόδιον μεταβάλλω τὸν λόγον, ὡς ἂν καιναῖσι παροψίσι καὶ πολλαῖς εὐωχήσω τὸ θέατρον, περὶ τῶν ἐκπωμάτων τὸν λόγον ἑξῆς ποιούμενος.