Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 11

14 οἶδα δέ τινας, ἄνδρες θιασῶται, καὶ μέγα φρονήσαντας οὐχ οὕτως ἐπὶ πλούτῳ ὡς ἐπὶ τῷ κεκτῆσθαι πολλὰ ἐκπώματα ἀργυρᾶ τε καὶ χρυσᾶ. ὧν εἷς ἐστι καὶ Πυθέας ὁ Ἀρκὰς ἐκ Φιαλείας, ὃς καὶ ἀποθνῄσκων οὐκ ὤκνησεν ὑποθέσθαι τοῖς οἰκείοις ἐπιγράψαι αὐτοῦ τῷ μνήματι τάδε· Πυθέα μνῆμα τόδ’ ἔστ᾽, ἀγαθοῦ καὶ σώφρονος ἀνδρός, ὃς κυλίκων ἔσχεν πλῆθος ἀπειρέσιον ἀργυρέων χρυσοῦ τε καὶ ἠλέκτροιο φαεινοῦ, τῶν προτέρων πάντων πλείονα πασάμενος. τοῦτο δ’ ἱστορεῖ Ἁρμόδιος ὁ Λεπρεάτης ἐν τῷ περὶ τῶν κατὰ Φιγάλειαν Νομίμων (FHG IV 411). Ξενοφῶν δ’ ἐν ὀγδόῳ Παιδείας περὶ Περσῶν λέγων γράφει καὶ ταῦτα (c. 8, 18)· ‘καὶ μὴν ἐκπώματα ἢν μὲν ὡς πλεῖστα ἔχωσιν, τούτῳ καλλωπίζονται· ἢν δ’ ἐξ ἀδίκων φανερῶς ᾖ μεμηχανημένα, οὐδὲν τούτῳ αἰσχύνονται. πολὺ γὰρ ηὔξηται ἐν αὐτοῖς ἡ ἀδικία τε καὶ αἰσχροκέρδεια.’ ὁ δὲ Οἰδίπους δι’ ἐκπώματα τοῖς υἱοῖς κατηράσατο, ὡς ὁ τὴν κυκλικὴν Θηβαίδα πεποιηκώς φησιν, ὅτι αὐτῷ παρέθηκαν ἔκπωμα ὃ ἀπηγορεύκει, λέγων οὕτως (fr. 2 Ki)· αὐτὰρ ὁ διογενὴς ἥρως ξανθὸς Πολυνείκης πρῶτα μὲν Οἰδιπόδῃ καλὴν παρέθηκε τράπεζαν ἀργυρέην Κάδμοιο θεόφρονος· αὐτὰρ ἔπειτα χρύσεον ἔμπλησεν καλὸν δέπας ἡδέος οἴνου. αὐτὰρ ὅ γ’ ὡς φράσθη παρακείμενα πατρὸς ἑοῖο τιμήεντα γέρα, μέγα οἳ κακὸν ἔμπεσε θυμῷ, αἶψα δὲ παισὶν ἑοῖσι μετ’ ἀμφοτέροισιν ἐπαρὰς ἀργαλέας ἠρᾶτο (θεῶν δ’ οὐ λάνθαν’ Ἐρινύν), ὡς οὔ οἱ πατρώι’ ἐνηέι ἐν φιλότητι δάσσαιντ᾽, ἀμφοτέροισι δ’ αἰεὶ πόλεμοί τε μάχαι τε ...

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme